112
βίῳ, οὐ γυναικῶν καὶ παίδων καὶ κτημάτων ἐπι μελούμενοι, ἀλλὰ τὰς ψυχὰς κατά γε τὸν κανόνα τῶν θείων διευθύνοντες νόμων καὶ οἷόν τινες ἄριστοι ζωγράφοι πρὸς τὰ ἀρχέτυπα τῆς ἀρετῆς τὰς νοερὰς αὐτῶν ζωγραφοῦντες εἰκόνας. 12.28 Ὅτι γὰρ δὴ τούτοις ἁρμόττει τὰ παρὰ Πλάτωνος εἰρημένα, μάρτυς αὐτὸς μετὰ πλεῖστα εἰπών· "Ἄγροικον δὲ καὶ ἀπαίδευ τον ὑπ' ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυ μαστὰ πλήθη κέκτηται, πάνυ σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν." 12.29 Ὅτι δὲ τῶν παρ' Ἕλλησι πεφιλοσοφηκότων οὐδεὶς ἐν ὄρει σηκὸν δειμάμενος ᾤκησεν, ἱκανὰ μὲν καὶ τὰ παλαιὰ δηλῶσαι ξυγγράμματα, μαρτυρεῖτε δὲ καὶ ὑμεῖς, τοῖς τοῦτον μετιοῦσι νεμεσῶντες τὸν βίον. Ἀλλ' ὁ Πλάτων τοῦτον εἴρηκεν ἀξιαγα 12.30 στότατον εἶναι· ξύμφωνα δὲ κἀν τῷ δευτέρῳ τῆς Πολιτείας ἔφη· "Τὸν γὰρ τοιοῦτόν" φησι "θέντες, τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον, οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα. Ἀφαιρετέον δὲ τὸ δοκεῖν· εἰ γὰρ δόξαι δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαί, δο κοῦντι τοιούτῳ εἶναι· ἄδηλον οὖν, εἴτε τοῦ δικαίου εἴτε τῶν 12.31 δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη. Γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προ τέρῳ. Μηδὲν γὰρ ἔχων, δόξαν ἐχέτω μεγίστην ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τίθεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ' αὐτῆς γινομένων· ἀλλ' ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν εἶναι ἄδικος διὰ βίου." 12.32 Καὶ ταῦτα δὲ ὡσαύτως τοῖς ἡμετέροις ἁρμόττει τῆς ἀρετῆς ἀθληταῖς. Οὐ γὰρ Ἀντισθένει καὶ ∆ιογένει καὶ Κράτητι παρα πλησίως κενῆς ἕνεκα δόξης, ἀλλ' αὐτοῦ γε εἵνεκα τοῦ καλοῦ δρῶσιν, ἃ δρῶσιν. ∆ιὸ δὴ καὶ πόλεων καὶ κωμῶν πόρρω διά γουσι, τὴν ἀρετὴν κατακρύπτοντες καὶ μόνῳ γε τῷ ταύτης ἀγω νοθέτῃ δεικνύντες. 12.33 Ἀλλ' ὑμεῖς τοὺς μὲν οὕτως ἀγωνιζομένους οὔτε θεωρεῖν οὔτε θαυμάζειν ἐθέλετε. Εἰ δέ τινας ἴδοιτε τὸ μὲν πρόσχημα τοῦτο περικειμένους, οὐ πάντα δὲ ξυνομολογοῦντα τῷ σχήματι βίον ἀσπαζομένους, εὐθὺς εἰς λοιδορίαν κινεῖτε τὴν γλῶτταν. Καὶ εἰ μὲν ἐκείνους ἐβάλλετε μόνους, εἶχεν ἄν τινα τὸ γινόμενον λόγον· ἐπειδὴ δὲ μετ' ἐκείνων καὶ τοὺς ἄντικρυς ἐναντίως διακει μένους ἐκείνοις καὶ ἀληθῶς φιλοσοφοῦντας κωμῳδεῖν πειρᾶσθε καὶ διασύρειν, τὸν ἀδικώτατον ὑμῶν δῆλον ποιεῖτε σκοπόν. Οὐ γὰρ τοῖς πονηροῖς ἀπεχθάνεσθε, ἀλλὰ τὸν ἀξιέπαινον διαβάλλετε βίον, ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις πίθηκον ἰδὼν μιμούμενον ἄνθρωπον, δι' ἐκείνην τὴν μίμησιν καὶ τῶν ἀνθρώπων μισήσοι τὴν φύσιν. 12.34 Ταύτης δέ τοι τῆς γνώμης οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ Πλάτων κατηγορεῖ· ἐν γάρ τοι τῷ Θεαιτήτῳ φησίν· "Σκεψώμεθα δέ πῃ τῇδε. Φέρ', εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς καλόν ἐστιν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμο μένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιοῦτον ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ 12.35 ὁτιοῦν; {-} Καὶ πῶς;" Ταῦτα τοῦ Πλάτωνος, ὦ ἄνδρες, οὐκ ἐμὰ τὰ ῥήματα. Ἐδίδαξε δὲ μὴ ἅπαντα σκώπτειν τὰ θρέμματα διὰ τὰ κακῶς ὑπὸ κακῶν ἀρχόντων ἀγόμενα ἢ ἄρχοντος πάμπαν ἐστερημένα. Καὶ ἀλλαχοῦ δὲ πάλιν διαρρήδην διδάσκει, ὡς φιλο σόφων πλῆθος ἀδύνατον γενέσθαι· ναρθηκοφόροι μὲν γὰρ πολλοί, φησί , βάκχοι δέ τε παῦροι. Τοῦτο δὲ καὶ ὁ δεσπότης ἔφη Χριστός· "Πολλοὶ" γὰρ εἶπε 12.36 "κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί". Ξυνῳδὰ δὲ τούτοις ὁ Πλάτων κἀν τῇ Ἐπινομίδι φησίν· "Οὔ φημι εἶναι ἀνθρώποις δυνατὸν μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων." 12.37 Τί δήποτε τοίνυν χαλεπαίνετε, παρ' ἡμῖν ὁρῶντές τινας ψευ δομένους, ὃν ἐπαγγέλλονται βίον; ἀνθ' ὅτου δὲ μὴ θαυμάζετε τοὺς τὸν ὑπερφυᾶ βίον ἠγαπηκότας καὶ ἐν σώματι μὲν ἀγωνι ζομένους, τὴν ἀσώματον δὲ πολιτείαν