112
παρανομίας· καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ' ἡμέραν φαντάζομαι. Τοῦτο δὲ ποιεῖν τοὺς ἁμαρ τάνοντας καὶ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου κελεύει. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ τῶν ἀδικιῶν σου. Σὺ δὲ μνή σθητι, καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶ τος, ἵνα δικαιωθῇς." Τούτῳ καὶ αὐτὸς ὁ μακά ριος ∆αβὶδ σύμφωνα γέγραφεν ἐν τῷ τριακοστῷ πρώτῳ ψαλμῷ· Εἶπον, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς καρδίας μου." ʹ. "Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα." Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ σοῦ δωρεῶν ἀπολαύσας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα· τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκη σα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον, καὶ τὴν ἐκείνου γυ ναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν, τὸν ἐκλεξάμενον, τὸν ἀντὶ προβατέως βα σιλέα πεποιηκότα, καὶ κρείττονα τῶν ἐχθρῶν ἀπο φήναντα, καὶ παντοδαποῖς ἀγαθοῖς ἐπικλύσαντα. Κα λῶς δὲ προστέθεικε· "Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα." Τούτου γὰρ ἡ ἱστορία μέμνηται. Ὤφ θη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυ ρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο λεγό μενον, οὕτω νοητέον· "Σοὶ μόνῳ ἥμαρτον," Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέντας μοι παραβέβηκα νόμους· καὶ παντοδαπῶν ἀγαθῶν ἀπολαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βαβυλωνίους οὐδὲ ἀδικήσας, μεγάλα παρ' ἐκείνων ἠδίκημαι. "Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό γοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε." Ἐμαυ 80.1244 τῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει. Καὶ οὕτω κρίσεως γὰρ γινομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομέ νων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ καὶ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθή σομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικὸν (οὐ γὰρ διὰ τοῦτο ἥμαρτον, ἢ αὐτὸς ὁ ∆αβὶδ ἢ ὁ λαὸς μετὰ ταῦτα, ἵνα ὁ Θεὸς δικαιωθῇ), ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρ τίας ὑπὸ τούτων γινομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται· πᾶσαν γὰρ καὶ τούτου, κἀκείνων, καὶ πάντων ἀνθρώπων πεποίηται πρόνοιαν. ζʹ. "Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου." Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκρά τηκε· προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐν τολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν, καὶ τὴν θείαν ἀπόφασιν, καὶ τοῦ παραδείσου τὴν στέρη σιν, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὑτοῦ, καὶ συλ λαβοῦσα ἔτεκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βού λεται, ὅτι τῶν ἡμετέρων προγόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. Τοῦτο καὶ ὁ μακάριος λέγει Παῦλος· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον." Τοῦτο καὶ ὁ τῶν ὅλων ἔφη Θεὸς πρὸς τὸν θαυμασιώτατον Νῶε, ὅτι "Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος πάσας τὰς ἡμέρας." ∆ιδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐν έργεια (ἢ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας, εἴπερ τοῦθ' οὕτως εἶχεν), ἀλλ' ὅτι ῥέπει ἡ φύσις περὶ τὸ πταίειν, ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ ὅμως ἡ γνώμη, πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοίνυν, ὥς τινες ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, καὶ τὴν γαμικὴν κοινωνίαν παρανομίαν καλεῖ, καθά περ τινὲς ἀνοήτως ὑπέλαβον, οὕτω νενοηκότες τὸ, "Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσ σησέ με ἡ μήτηρ μου·" ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων ἀνθρώπων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τῆς ἁμαρτίας τὸν 80.1245 θάνατον ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἡ ἀπάθεια συνῆν. Ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ δὲ ἐξήμαρτον, φθορᾷ παρεδόθησαν· φθαρτοὶ δὲ γινόμενοι, τοιού