112
Χριστὸς χαίρεται διωκομένων ἡμῶν ὑπὲρ αὐτοῦ. ἄγγελοι κροτοῦσιν, ἅγιοι εὐλογοῦσι, δαίμονες σὺν εἰκονομάχοις πίπτουσιν, εἰ καὶ μαίνονται. ἕως δ' ἂν ἐστὲ ἐν τοῖς αὐτόθι δηλοποιεῖτε ἡμῖν καὶ ὅπως τὰ τῶν ἔσω συμβαίνει. ἐπὰν μετασταίητε, ἐξερχομένων αἱρετικῶν, ὅπου δοίη Κύριος κλῖναί σε κεφαλήν, τέκνον, εἰ δυνατῶς σχοίης, φανεροῖς. εἰ δὲ μή, οἶδά σε ποῦ εἶ· ἐν Χριστῷ γὰρ καὶ μετὰ Χριστοῦ. εἴη δὲ καὶ ἡμᾶς ὁμοίως σε διαγινώσκειν. ἀπαρασκεύαστος μὴ καθέζου, μὴ θᾶττον ἢ ἀρθῇς ἢ διωχθῇς. Προσειπὲ τοῖς ἀδελφοῖς μου πᾶσιν, ἐξαιρέτως Πέτρῳ, Τιθοΐῳ, Ἰγνατίῳ, Τιμοθέῳ καὶ τοῖς λοιποῖς. ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου διὰ τῆς πρεσβείας τοῦ πατρός μου. ἐμὲ οὐ δοκῶ ὅτι μεθιστᾷ, εἰ μὴ ἄρα πρὸς τὸ δεῖραι ἢ ἀλλῇ ἐξορίσαι. εὔχεσθε περὶ τῆς ταπεινώσεώς μου ἵνα ἰσχύς μου γένοιτο Χριστὸς δωρεὰν τῷ ὡς ἀληθῶς ἐκτρώματι. προσαγορεύουσίν σε οἱ ἀδελφοὶ γνησίως. 134 {1Τῷ αὐτῷ}1 Ὅσον ἠθύμησεν ἡμᾶς ἡ ἀκοὴ τῆς ἀσθενείας σου, τοσοῦτον εὐθύμησεν ἡ ἀπαγγελία τῆς ἀναρρώσεώς σου, τέκνον ἠγαπημένον· εἴ γε καὶ διαμενεῖ σοι, ἀλλὰ μὴ ἐξ ὀχλήσεως τῶν ἀδελφῶν εἰς ὑποστροφήν σε ἄξει. ἐκεῖθεν γὰρ ᾤμην καὶ νοσῆσαί σε, χρησαμένῳ καὶ πολλῇ ὑδροποσίᾳ, τῇ τε ἀλλαγῇ τοῦ τόπου. εὖ δὲ γέγονεν ὅτι ἀφαίμαξας· πρὸς γὰρ τὴν κάκωσιν τῶν σπλάγχνων σου πῶς ἂν ἄλλως διεφορήθης, ὅπου γε καὶ μετὰ τὴν ἀφαίρεσιν, εἰ μὴ συντόνῳ χρήσῃ ἀλοιφῇ, οὐκ ἂν εὐεκτήσειας ἐπὶ μακρῷ. διὸ ἐπιμελήθητι ἐν πᾶσιν, ἵνα δουλεύῃς καὶ θεῷ κἀμοὶ τῷ ἁμαρτωλῷ διακονῇς. Ἐγὼ δὲ μᾶλλον ἔτι καὶ ἔτι ἀποκαθαίρομαι τῆς νόσου, εἴη δὲ καὶ τῆς ψυχῆς. περὶ γὰρ ταύτης πᾶς ὁ λόγος παντὶ ἀνθρώπῳ· τὸ γὰρ σῶμα οὐδέν ἐστι, καθὼς ὁ Κύριος εἶπεν. τὸ ˉχ ἐφοδίασον καὶ ἀπόστειλον πρὸς τὰ ἐν ἄστει, ἀσφαλιζόμενος αὐτὸν σοφίᾳ καὶ φρονήσει τὰ διατεταγμένα αὐτῷ ποιεῖν. μέσον δύο παθῶν ἐν μεταιχμίῳ κεῖμαι ὁ τάλας, φόβου τε τοῦ προσήκοντος καὶ ἀφοβίας διὰ τὴν ἐντολήν, ὡς πολλάκις σοι λέγω. οὐ γὰρ ἀρκεῖ μοι ἡ φρουρὰ πρὸς ἀπολογίαν, δυναμένῳ μοι λαλεῖν· εἰ γὰρ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸν Καίσαρα ἔχοντες βοηθὸν παρρησιάζονται τὴν ἀσέβειαν, ἐκκλίνοντες τὸν λαὸν τοῦ θεοῦ, καὶ ἐμπιπρῶσι πᾶσαν ἐκκλησίαν, τί ἡμεῖς οἱ τὸν ἁπάντων βασιλέα ἔχοντες πεισόμεθα, μηδὲ κρύβδην λαλοῦντες τοῖς ὁμοζήλοις; διὰ τοῦτο φησὶν ὁ Θεολόγος, σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα, ἀντὶ μεγάλης κατηγορίας τιθεὶς αὐτό· πάλιν δὲ φεύγειν τὸν πειρασμὸν προστετάγμεθα. μέσῳ οὖν χωρητέον, καθὼς εἴρηται, καὶ μετὰ τοῦτο καὶ τὸ ἐμπεσεῖν μακάριον. Μηδεὶς οὖν νοείτω οἷς γράφω, μηδ' αὐτὸς ὁ ἀρχιεπίσκοπος, καὶ ὡς ὁ Κύριος εὐοδοῖ. τὸν μητροπολίτην εἰ καὶ φεύγουσι τὸ ˉα καὶ τὸ ˉβ, ἀλλὰ σύ, τέκνον, λεληθότως ἑνοῦ αὐτῷ φιλίᾳ, δηλῶν καὶ τὴν ἐμὴν πρὸς αὐτὸν διάθεσιν· μεγάλως γὰρ ἠγωνίσατο ὑπὲρ θεοῦ ἐν τοῖς ἐπισκόποις. Ἔχομεν τὰς χρείας πάνυ, μὴ ἀδολέσχει. ὁ θεός σε σώσοι. πλεῖστά σε ἀσπάζονται οἱ ἀδελφοί, ἐξ ἡμῶν τὸν Κάλλιστον. 135 {1Τῷ αὐτῷ}1 Καὶ ἀκήκοα τὰ γεγονότα καὶ τεθαύμακα οὐκ εἰς τὸν ἀποστάτην Νεκτάριον τοσοῦτον, ὅσον εἰς τὸν ἀσεβῆ οἰκονόμον, ὃν ὁ Κύριος ἐθαυμάστωσεν, εἴπερ ἀληθεύει τέλειον ἡ ἀκοὴ ἐν ταῖς ἡμέραις ταύταις ταῖς πονηραῖς. ἀγὼν δέ μοι ὑπεισίει περὶ τῶν ἑπτά, ὅπως ἀποβῇ τὰ κατ' αὐτοὺς ἀποσκοποῦντι· ἡ γὰρ διαχώρισις δοκιμασίας ἔργον. στηρίξειεν αὐτοὺς ὁ Κύριος ἀτρέπτως ὑπεξελθεῖν τὰς ἐπαγομένας προσβολάς, οὐ μόνον αὐτούς, ἀλλὰ καὶ πάντας τοὺς ἠγαπηκότας τὴν ἐπιφάνειαν αὐτοῦ, ἥτις ἐστὶν ὁρωμένη καὶ προσκυνουμένη ἐναργῶς ἐν τῇ ἀνθρωπομόρφῳ αὐτοῦ εἰκόνι. Καλῶς ἐποίησας ἀναγγείλας ἡμῖν τὸ ἀκουσθέν· μήτηρ ἡμῶν γὰρ χρηματίζει πνευματική. ἐπεὶ καὶ πᾶς ὡσαύτως πάσχων πατὴρ καὶ μήτηρ καὶ ἀδελφός. μεριμνῶμεν περὶ τοῦ ˉχ ἄρτι, ὃν ἀγάγοι Κύριος ὑγιῶς καὶ ἀστείως. ἀπελάβομεν ἃ ἀπέστειλας. τῇ μνημονευσάσῃ ἡμῶν δὸς εὐλογίαν τὸ μαλάκιον καὶ ἔχε αὐτὸς τὰ ἐντός· οὐ γὰρ εἴχομέν τι ἄλλο ἐξ ἑτοίμου. οἱ ἐνταῦθα ἀσπάζονταί σε· προσαγόρευσον τοὺς σὺν σοὶ περὶ ἡμῶν. 136 {1Τῷ αὐτῷ}1 Μίᾳ καιροῦ ῥοπῇ πόσα γίνεται; ἤρθη ὁ Εὐπρεπιανός, ἐφ'