112
ἕτεροι δὲ καὶ μεθ' ἡμέρας ἐκ τῶν καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν μετὰ δύο καὶ τρεῖς ἡμέρας. ἠκούσθη δὲ ὅτι καὶ ἐν ἑτέραις πόλεσι τὸ αὐτὸ γέγονεν. τοιοῦτον γὰρ μέγαν καὶ φοβερὸν σεισμὸν οὐ μέμνηται ἄνθρωπος ἐπὶ τῆς γῆς ἐν τῇ γενεᾷ ἐκείνῃ. ἔμεινε δὲ σειομένη ἡ γῆ νυκτὸς καὶ ἡμέρας μετὰ φιλανθρωπίας ἡμέρας δέκα, καὶ πρὸς ὀλίγον οἱ 232 ἄνθρωποι κατενύγησαν λιτανεύοντες, φιλανθρωπίας δὲ γενομένης παρὰ θεοῦ ἐπὶ τὸ χεῖρον πάλιν γεγόνασιν. ὁ δὲ βασιλεὺς οὐκ ἐφόρεσε τὸ στέμμα ἐπὶ ἡμέρας μʹ, ἀλλὰ καὶ τῇ ἁγίᾳ Χριστοῦ γεννήσει χωρὶς αὐτοῦ προῆλθεν ἐν τῇ ἐκκλησίᾳ· ὥστε καὶ τὰ ἐξ ἔθους γινόμενα ἄριστα εἰς τὰ ιθʹ ἀκούβιτα ἔπαυσε καὶ τὴν τούτων ἔξοδον τοῖς πτωχοῖς δέδωκεν. τῷ δ' αὐτῷ χρόνῳ εἰσῆλθεν ἔθνος ἐν Βυζαντίῳ παράδοξον τῶν λεγομένων Ἀβάρων, καὶ πᾶσα ἡ πόλις συνέτρεχεν εἰς τὴν θέαν αὐτῶν, ὡς μηδέποτε ἑωρακότες τοιοῦτον ἔθνος. εἶχον γὰρ τὰς κόμας ὄπισθεν μακρὰς πάνυ, δεδεμένας πρανδίοις καὶ πεπλεγμένας, ἡ δὲ λοιπὴ φορεσία αὐτῶν ὁμοία τῶν λοιπῶν Οὔννων. οὗτοι φυγόντες ἐκ τῆς ἰδίας χώρας ἦλθον εἰς τὰ μέρη Σκυθίας καὶ Μυσίας καὶ ἔπεμψαν πρὸς Ἰουστινιανὸν πρέσβεις αἰτοῦντες δεχθῆναι αὐτούς. τῷ δὲ Φεβρουαρίῳ μηνὶ γέγονε θνῆσις ἀνθρώπων ἀπὸ βουβῶνος, μάλιστα δὲ τοῖς νέοις, ὥστε μὴ ἐπαρκεῖν τοὺς ζῶντας θάπτειν τοὺς τεθνεῶτας· ἐπεκράτησε δὲ ἡ θνῆσις ἀπὸ μηνὸς Φεβρουαρίου ἕως μηνὸς Ἰουλίου. Κόσμου ἔτη ϛναʹ. Τῆς θείας σαρκώσεως ἔτη φναʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λδʹ. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ιδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ζʹ, ἡμέρᾳ γʹ, ὥρᾳ εʹ, φιλοκαλουμένου τοῦ τρούλλου τῆς μεγάλης ἐκκλησίας, (ἦν γὰρ διερρηγμένος ἐκ τῶν γενομένων σεισμῶν) ἐργαζομένων τῶν Ἰσαύρων, ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου καὶ συνέτριψε τὸ κιβώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. καὶ κατεγινώσκοντο οἱ μηχανικοί, ὡς ὅτι περ ἀποκάτωθεν οὐκ ἐποίησαν τὴν κρέμασιν φυγόντες τὴν ἔξοδον, ἀλλ' ἐτρύπησαν τοὺς πινσοὺς τοὺς βαστάζοντας τὸν τροῦλλον, καὶ διὰ τοῦτο οὐκ ἐβάσταξαν. λοι233 πὸν συνιδὼν ὁ εὐσεβέστατος βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλλον, καὶ οὕτως ἐκτίσθη, ὑψωθεὶς πλέον εἴκοσι πόδας εἰς ἀνάστασιν ἐπάνω τοῦ πρώτου κτίσματος. Τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Οὖννοι καὶ οἱ Σκλάβοι τῇ Θρᾴκῃ πλήθη πολλὰ καὶ ἐπολέμησαν αὐτὴν καὶ πολλοὺς ἐφόνευσαν καὶ ᾐχμαλώτευσαν. ἐπίασαν δὲ καὶ Σέργιον τὸν στρατηλάτην, τὸν υἱὸν Βάκχου τοῦ πρεσβυτέρου, καὶ τὸν Ἐδερμᾶν, τὸν στρατηγὸν Καλοποδίου, τοῦ ἐνδοξοτάτου κουβικουλαρίου καὶ πραιποσίτου. εὑρόντες δὲ τοῦ τείχους τοῦ Ἀναστασιακοῦ τόπους τινὰς πεπτωκότας ἐκ τῶν σεισμῶν, εἰσελθόντες ᾐχμαλώτευσαν ἕως ∆ρυπίας καὶ Νυμφῶν καὶ Χίτου κώμης· καὶ πάντες ἔφυγον ἐν τῇ πόλει μετὰ τῶν ὑπαρχόντων αὐτῶν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς ἐδημότευσε πολλοὺς καὶ ἔπεμψεν εἰς τὸ μακρὸν τεῖχος· καὶ συγκρούσαντες πόλεμον ἐκεῖ πολλοὶ ἀπέθανον τῶν Ῥωμαίων καὶ σχολαρίων. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς καὶ κατηνέχθησαν τὰ ἀργυρᾶ κιβώρια καὶ αἱ ἅγιαι τράπεζαι αἱ ἀργυραῖ αἱ ἔξω τῆς πόλεως, καὶ παρεφύλαττον τὰς πόρτας πάσας τοῦ τείχους τοῦ Θεοδοσιακοῦ αἱ σχολαὶ καὶ οἱ προτίκτορες καὶ οἱ ἀριθμοὶ καὶ πᾶσα ἡ σύγκλητος. ἰδὼν δὲ ὁ βασιλεὺς ὅτι ἐπιμένουσιν οἱ βάρβαροι, ἐκέλευσε Βελισάριον τὸν πατρίκιον ἐξελθεῖν κατ' αὐτῶν μετὰ ἑτέρων τῆς συγκλήτου. ὁ δὲ Βελισάριος ἔλαβε πᾶσαν τὴν ἵππον, τήν τε βασιλικὴν καὶ τοῦ ἱππικοῦ καὶ τῶν εὐαγῶν οἴκων καὶ παντὸς ἀνθρώπου, ὅπου ἦν ἵππος· καὶ ὁπλίσας λαὸν ἐξῆλθεν εἰς Χίτου κώμην· καὶ ἐποίησε φωσάτον καὶ ἤρξατο πιάζειν ἐξ αὐτῶν τινὰς καὶ φονεύειν. καὶ ἐκέλευσε κοπῆναι δένδρα καὶ σύρεσθαι