112
8.1.1 Κατὰ τούτους δῆτα τοὺς χρόνους Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἐνεχείρει τὴν εἰρήνην λυμήνασθαι. αἰτία δὲ αὕτη πως τῷ βαρβάρῳ οὖσα ἐτύγχανεν. ἔθνη περὶ τὴν ᾿Αραβίαν πολλά τε καὶ διάφορα πέφυκεν· τούτους Σαρακηνοὺς ἔθος 8.1.2 τοῖς ὄχλοις ἀποκαλεῖν. ἐκ τούτων δὴ τῶν ἐθνῶν ἔνιά τινα τοῖς ῾Ρωμαίοις σύμμαχα ἦν, καί τις ἐκ τούτων ἀποδασμὸς εἰς τὴν Περσίδα χωρήσας κατὰ τὸν τῆς εἰρήνης καιρὸν τῇ ἐπεκδρομῇ μέρη τινὰ τῆς Βαβυλωνίας προενομεύσατο. ἔνθεν 8.1.3 διαπορεῖσθαι ὁ Χοσρόης ἠξίου. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος εἰς τὴν Περσίδα ἐξέπεμψε πρέσβιν Γεώργιον, ὃς τῆς τῶν ἑῴων πόλεων φορολογίας τὴν ἐπιστασίαν ἐκέκτητο· 8.1.4 τοῦτον πραιτωρίων ἔπαρχον ἀποκαλοῦσι ῾Ρωμαῖοι. ὁ μὲν οὖν Χοσρόης δεινοπαθῶν ἐπὶ τοῖς γεγονόσι παρελύπει τὸν πρέσβιν καὶ πολλὴν τὴν τριβὴν αὐτῷ περὶ τὴν βάρβαρον χώραν ἐπραγματεύετο. σκληραγωγεῖται οὖν ὁ Γεώργιος ἡμέρας εἰς τὴν Περσίδα πολλὰς τῆς βασιλικῆς εἰσόδου μηδαμῶς 8.1.5 τετευχώς. ἔτι τοίνυν τῶν πραγμάτων στασιαζομένων Χοσρόῃ, εἰκότως τῷ βαρβάρῳ ὑπόνοια γίνεται μὴ ἄρασθαι τέως πρὸς ῾Ρωμαίους τὸν πόλεμον. εἰσδέχεται τοίνυν τὸν Γεώργιον ὁ 8.1.6 Βαβυλώνιος βασιλεὺς εἰς τὰ βασίλεια. ὁ μὲν οὖν Γεώργιος τὴν τοῦ καιροῦ κτησάμενος σύμμαχον πείθει τὸν βάρβαρον τὰς εἰρηναίας μὴ διαλῦσαι σπονδάς. οὕτω μὲν οὖν ἑκὼν ἀέκοντί γε θυμῷ, κατὰ τὴν ποίησιν, ὁ Χοσρόης τὴν ἡσυχίαν 8.1.7 ἀσπάζεται. ὁ μὲν οὖν πρέσβις ἅπαντα τὰ συγκυρήσαντα διεξοδικῶς τῷ βασιλεῖ διηγήσατο. ἀλλ' οὐκ ἐς ἀγαθὸν ἡ τῆς ἐντεύξεως ἔκθεσις ἀπειλήφει τὸ συμπέρασμα. ἔφησε γὰρ ὁ Γεώργιος εἰπὼν πρὸς τὸν αὐτοκράτορα· "ὁ Περσῶν βασιλεὺς τῶν σατραπῶν εἰς ὑπήκοον τάδε διείλεκται. διὰ τὴν 8.1.8 τοῦ πρέσβεως ἀρετὴν δίδωμι τῷ πολέμῳ τὴν λύσιν." τούτων ὁ βασιλεὺς ἀκηκοὼς χαλεπαίνει κατὰ τοῦ πρέσβεως, καὶ γίνεται τῷ Γεωργίῳ σφαλερὰ ἡ τῆς πρεσβείας ἐπίτευξις· τῷ ὄντι γὰρ οἶδε λόγος μὴ μέτροις οἰκονομούμενος μεγάλας συμφορὰς τοῖς χρησαμένοις παρέχεσθαι. 8.1. ῾Οπηνίκα δὲ ὁ Χαγάνος (ἐπαναδραμώμεθα γὰρ πρὸς τὰ κατὰ τὴν Εὐρώπην πραχθέντα) διεπεραιώθη τὸν ῎Ιστρον οἴκαδε διὰ τὴν εἰρήνην ἀποφοιτῶν, ἀποστέλλουσι πρέσβεις αἱ περὶ τὴν Θρᾴκην τῶν ῾Ρωμαίων δυνάμεις πρὸς Μαυρίκιον τὸν αὐτοκράτορα προδοσίαν καταιτιώμεναι Κομεντιόλου τοῦ 8.1.10 στρατηγοῦ. τῆς στάσεως τοίνυν εἰς τὸ βασίλειον ἄστυ ἰσχυρᾶς γεγονυίας, δίδωσιν ὁ αὐτοκράτωρ Κομεντιόλῳ καὶ τοῖς πρέσβεσι διαιτητάς, καὶ δῆτα γενομένης τῆς συγκροτήσεως τῆς δίκης, καὶ τοῦ βασιλέως ἐκλιπαροῦντος τοὺς πρέσβεις, λαμβάνει ἡ κατηγορία τὴν ἐγκοπήν, καὶ αὖθις ὁ Κομεντίολος γίνεται 8.1.11 στρατηγός. θέρους δὲ ἐπιόντος ἔξω τῆς πόλεως γίνεται, καὶ τῶν ῾Ρωμαίων περὶ τῆς λύπης διαλυσαμένων τῷ στρατηγῷ, τὸ ὁπλιτικὸν ὁ Κομεντίολος ἀθροίζει καὶ ἐπὶ τὸν ῎Ιστρον γίνεται ποταμὸν καὶ ἐν τῇ Σιγγηδόνι συνανακοινοῦται τῷ Πρίσκῳ. 8.2.1 τετάρτῃ δὲ ἡμέρᾳ ἐκκλησιάζονται τὰ στρατόπεδα, καὶ δημηγορήσαντος Πρίσκου περισχίζεται ἡ πρὸς ᾿Αβάρους καὶ ῾Ρωμαίους εἰρήνη· ὁ γὰρ αὐτοκράτωρ Μαυρίκιος τοῖς στρατηγοῖς παρασπονδῆσαι διὰ βασιλικοῦ προστάγματος ἐγκε8.2.2 λεύεται. ἐς τὸ φανερὸν τοίνυν τῆς εἰρήνης λυθείσης, οἱ ῾Ρωμαῖοι πρὸς τὸ Βιμινάκιον γίνονται· αὕτη δὲ νῆσος καθέστηκε περὶ τὰ ῥεῖθρα τοῦ ῎Ιστρου. ἐν ταύτῃ τῇ νήσῳ ὁ 8.2.3 Κομεντίολος ἔδοξε νοσηλεύεσθαι. τῶν δὲ ῾Ρωμαίων ἀπὸ τῆς νήσου διαπεραιουμένων ἐπὶ τὴν ἤπειρον, ἠκηκόει ὁ Χαγάνος τὰ τοῦ ῾Ρωμαϊκοῦ στρατοπέδου κινήματα. ὁ μὲν οὖν βάρβαρος συναθροίσας δυνάμεις τὴν ῾Ρωμαίων διατέμνεται γῆν, τοῖς δὲ παισὶ τέτρασιν ὑποῦσιν αὐτῷ παρεδίδου δυνάμεις 8.2.4 καὶ παρενεγύα τὰς διαβάσεις τοῦ ῎Ιστρου περιφρουρεῖν. οἱ μὲν οὖν παῖδες τοῦ βαρβάρου τὰς διαβάσεις τοῦ ῎Ιστρου περιφρουρεῖν κατὰ τὸ προσταχθὲν ἐνεχείρουν, οἱ δὲ ῾Ρωμαῖοι τὰς λεγομένας σχεδίας συρράψαντες ὁμοθυμαδὸν τὸν ποταμὸν διενήξαντο. περὶ τὰς ὄχθας τοίνυν τοῦ ποταμοῦ γεγονυίας 8.2.5 τῆς μάχης, κρατοῦσι ῾Ρωμαῖοι τῶν ἀντιθέτων δυνάμεων. ὁ δὲ Κομεντίολος ἅμα τῷ Πρίσκῳ εἰς