113
οὔτε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι; Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου πιστεύομεν σωθῆναι, καθ' ὃν τρόπον κἀκεῖνοι· ἔλυσεν γὰρ ἡμᾶς ὁ Κύριος ἐκ τῶν δεσμῶν καὶ ἠλάφρυνεν τὸ φορτίον ἡμῶν καὶ τὸν ζυγὸν τοῦ βάρους πραότητι ἔλυσεν ἀφ' ἡμῶν. Ταῦτα δέ μου εἰπόντος, ἐσίγησεν ἅπαν τὸ πλῆθος, ἀπεκρίθη δὲ Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφὸς λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· «Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα.» Γνωστὰ ἀπ' αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ· διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν ἐθνῶν, εἰδωλο θύτου καὶ πορνείας καὶ αἵματος καὶ πνικτοῦ· ἅπερ καὶ τοῖς παλαιοῖς ἦν νενομοθετημένα τοῖς πρὸ τοῦ νόμου φυσικοῖς, Ἐνώς, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἰὼβ καὶ εἴ τις τοιοῦτος ἐγεγόνει. Τότε ἔδοξεν ἡμῖν τοῖς ἀποστόλοις καὶ τῷ ἐπισκόπῳ Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ ἡμῶν αὐτῶν πέμψαι σὺν τοῖς περὶ Βαρνάβαν καὶ Παῦλον τὸν τῶν ἐθνῶν ἀπόστολον τὸν Ταρσέα καὶ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε· Oἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας ἐκπέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' ὧν ἐπεστείλατε· ἀπεστάλκαμεν δὲ μετ' αὐτῶν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξεν γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηθὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων