«εὐηγενέος», ἀντὶ τοῦ εὐγενοῦς, πλεονασμὸν ἔχει τοῦ ˉη, καθὰ σὺν ἄλλοις καὶ τὸ ἐπήβολος καὶ ἐπηετανός καὶ ὑπερήφανος. Ὁ δὲ Σῶκος ὁμωνυμεῖται τῷ Ἑρμῇ. ἀναπτύσσεται δὲ ἡ λέξις αὕτη ἀπὸ τοῦ σῴζειν, ἢ καὶ ἄλλως ἀπὸ τοῦ σωκῶ, ὃ παρὰ τῷ Σοφοκλεῖ ἀντὶ τοῦ ἰσχύω κεῖται, ἢ παρὰ τὸ σάειν οἶκον, ὅ ἐστι σῴζειν, ὅπερ οὐκ ἀποδέχονται οἱ παλαιοί, ὡς μηδὲ προσγράφοντες τὸ ἰῶτα ἐν τῷ Σῶκος. (ῃ. 430) Τὸ δὲ «πολύαινε» ἢ ἐπὶ ἐπαίνῳ εἴρηται-πιστὸς δὲ ὁ ἐκ τῶν πολεμίων 3.229 ἔπαινος, εἰ μή που πρὸς εἰρωνείαν λαλεῖται, -ἢ ἀντὶ τοῦ στωμύλε, μυθολόγε. Αἶνος γὰρ ἔστιν οὗ καὶ ὁ μυθώδης λόγος, ὡς καὶ παρ' Ἡσιόδῳ «αἶνον βασιλεῦσιν ἐρέω», ἤτοι μυθώδη παραίνεσιν. Περὶ οὗ δὴ αἴνου καὶ τοιαῦτά φασιν οἱ παλαιοί. Αἶνος καὶ παροιμία διαφέρουσι, καθὸ ὁ μὲν αἶνος λόγος ἐστὶ μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὥς φησι Λούκιλλος ὁ Ταρραῖος ἐν πρώτῳ Περὶ παροιμιῶν· ἀπὸ μὲν ἀλόγων, ὡς παρὰ Ἀρχιλόχῳ «αἶνός τις ἀνθρώπων ὡς ἄρ' ἀλώπηξ καὶ ἀετὸς ξυνωνίην ἔθεντο», καὶ Ἡσίοδος «νῦν δ' αἶνον βασιλεῦσ' ἐρέω. ὧδ' ἵρηξ προσέειπεν ἀηδόνα», ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ «ἄκουε δὴ τὸν αἶνον, ἔν κοτε Πύλῳ δάφνην» καὶ τὰ ἑξῆς. καὶ ἔστιν ὁ αἶνος ἐξηπλωμένη παροιμία. καὶ οὕτω μὲν καὶ τοῦτο κατεστρωμένον οὕτω ῥητῶς ἐν τοῖς Ἐρεννίου Φίλωνος. Ἆτος δὲ ὁ ἀκόρεστος ἀπὸ δύο ἄλφα τοῦ ˉα στερητικοῦ καὶ τοῦ ἆσαι, τὸ κορέσαι, κέκραται, λέξις οὐ χρηστὴ μὲν πεζογραφοῦσιν, ἀξιωθεῖσα δὲ νῦν λόγου διὰ τὸ ἐν τῇ παρεκβολῇ κεῖσθαι. Τὸ δὲ «δόλων ἆτε ἠδὲ πόνοιο» σχῆμα μὲν ἔχει ὅμοιον τῷ μόθου ἢ μάχης ἢ πολέμου ἀκόρεστος, δεδίχασται δὲ κατὰ νοῦν καὶ αὐτό. ἢ γὰρ ἐπαινεῖ τὸν Ὀδυσσέα, ὅς που ὁμολογεῖ δόλοισι μέλεσθαι, ἢ ψέγει κατὰ τὸ «καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε». οὕτω δὲ καὶ τὸ «πόνοιο» διχῇ νοεῖται. δηλοῖ γὰρ ἢ τὸν ἐνεργέστατον, [ὡς ἔχειν ἀκοῦσαί ποθεν καὶ αὐτὸν τὸ «σὺ μὲν πόνου οὔποτε λήγεις»], ἢ τὸν ἄλλως πονηρὸν καὶ περιπόνηρον. (ῃ. 431) Τὸ δὲ «σήμερον ἐπεύξεαι» προϊὼν παραφράζει «ἤματι τῷδε εὖχος δώσεις». (ῃ. 432) Τὸ δὲ «τοιώδε ἄνδρε» ἀρετὴν μεγάλην ὑπολαλεῖ. καὶ ἔστι σύνηθες Ὁμήρῳ καὶ οὕτως ἀορίστως ἐπαινεῖν, ὡς δηλοῖ καὶ τὸ «τοιόνδε τοσόνδε τε λαόν». Τὸ δὲ «τεύχε' ἀπούρας», ὅ ἐστιν ἀφελόμενος, περίφρασίς ἐστι τοῦ σκυλεύσας. (ῃ. 438) Τὸ δὲ «ἔγκασι» καινῶς καὶ αὐτὸ μεταπέπλασται ἀπὸ τοῦ ἐγκάτοις, ὡς ἀλλαχοῦ 3.230 τὸ προσώπασιν ἀντὶ τοῦ προσώποις. (ῃ. 441) Ἐν δὲ τῷ «ἆ δειλέ», ὅ ἐστιν «ὦ δείλαιε», κλητικὸν ἐπίρρημά ἐστι τὸ ἆ ἢ μᾶλλον προσφωνητικόν. διαφέρει δὲ τῆς διὰ τοῦ ˉω προσφωνήσεως, ὅτι τοῦτο μὲν ψυχῆς ἀπαθοῦς, τὸ δὲ ἆ πάθος ταραχῶδες δηλοῖ ψυχικόν, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ, οἷον ἢ σχετλιασμὸν ἢ ὄνειδος ἢ ἀγανάκτησιν, ὡς ἐνταῦθα, ἢ ἔλεον, ὡς κατωτέρω ἐν τῷ «ἆ δειλέ, οὐ μέν σοί γε πατήρ» καὶ ἑξῆς. διὰ γὰρ τὸ καίριον δεδίσσευται νῦν ἡ τοιαύτη πρόσρησις. Ἰστέον δὲ ὅτι εὕρηται παρὰ τοῖς παλαιοῖς τὸ ˉα καὶ μετὰ δασέος τόνου καὶ ὀξείας προφερόμενον. καὶ κεῖται ἐν Ἐπιλογῇ λέξεων ἀρχαίᾳ, ὅτι ἃ ἃ δασυνθὲν γέλωτα δηλοῖ. οὕτω καὶ βᾶ ἐπίρρημα παρὰ Ἑρμίππῳ, ὅπερ εἰώθαμεν ἀντεμβοῶντες λέγειν, ὡς καὶ τοῦτό φασιν οἱ παλαιοί. Καὶ ταῦτα μὲν πρός τι, τουτέστιν ἀπό τινος φωνοῦντος πρός τινα ἕτερον. Εἰσὶ δὲ καί τινες μιμητικαὶ φωναὶ αὐταὶ κατὰ αὐτοὺς τοὺς φωνοῦντας, ὡς τὸ ἀρῦ ἐπίφθεγμα, φασί, κωπηλατῶν, καὶ τὸ ὦ ὄψ φθέγμα τῶν ἀφιέντων τινὰς ἅμα τρέχειν, καὶ τὸ ὦ ὄπ ναυτικόν, πολλὰ δὲ καὶ ἄλλα, ἐν οἷς καὶ τὸ μᾶ παρὰ Θεοκρίτῳ, καὶ τὸ ψό ποιμενικόν, καὶ τὸ βή, περὶ οὗ ἀλλαχοῦ δηλοῦται, καὶ τὸ χύρρε συβοτικόν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται, [καὶ τὸ φίττα δηλωτικόν, φασί, τάχους, οἷον «φίττα μαλιάδες», «φίττα ῥοιαί». -Νυμφῶν δέ, φασί, ταῦτα ἐπωνυμίαι-, ἔτι δὲ καὶ τὸ σίττα, οἷον «σίττ' ἀμνίδες».] (ῃ. 443) Τὸ δὲ 3.231 «σοὶ δ' ἐγώ φημι φόνον» καὶ ἑξῆς, οὐ διστακτικῶς ἀλλ' ἀξιωματικῶς εἴρηται κατ' ἀπόφανσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται. (ῃ. 445) Τὸ δὲ «κλυτοπώλῳ», καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἢ ἀντὶ τοῦ εὐίππῳ διὰ τὸ πανταχοῦ φθάνειν τὸν θάνατον, ἢ οὗ κλυτὴ ἡ ἐπιπώλησις, ἤγουν ἐπέλευσις, διὰ τὸ ἐξάκουστον τῶν θρηνούντων ἐπιθανάτια. (ῃ.