113
ἐβασίλευσεν Ἀβασίλευτος ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωζʹ. Χαλδαίων ηʹ ἐβασίλευσε Βήλιβος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωθʹ. Χαλδαίων θʹ ἐβασίλευσεν Ἀπαρανάδισος ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιβʹ. Χαλδαίων ιʹ ἐβασίλευσεν Ἠριγέβαλος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιηʹ. Χαλδαίων ιαʹ ἐβασίλευσε Μεσησιμόρδακος ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιθʹ. Χαλδαίων ιβʹ ἐβασίλευσεν Ἀβασίλευτος ἄλλος ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωκγʹ. Χαλδαίων ιγʹ ἐβασίλευσεν Ἰσαρινδῖνος ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωλαʹ. Χαλδαίων ιδʹ ἐβασίλευσε Σαοσδουχῖνος ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωμδʹ. Χαλδαίων ιεʹ ἐβασίλευσε Κινηλαδὰν ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωνγʹ. Χαλδαίων ιςʹ ἐβασίλευσε Ναβοπαλάσαρος ἔτη καʹ, ὁ πατὴρ τοῦ Ναβουχοδονόσωρ, κατὰ δὲ ἄλλους ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωξζʹ. Τοῦτον ὁ Πολυίστωρ Ἀλέξανδρος Σαρδανάπαλον καλεῖ πέμψαντα πρὸς 249 Ἀστυάγην σατράπην Μηδείας καὶ τὴν θυγατέρα αὐτοῦ Ἀμυΐτην λαβόντα νύμφην εἰς τὸν υἱὸν αὐτοῦ Ναβουχοδονόσωρ. οὗτος στρατηγὸς ὑπὸ Σάρακος τοῦ Χαλδαίων βασιλέως σταλείς, κατὰ τοῦ αὐτοῦ Σάρακος εἰς Νίνον ἐπιστρατεύει· οὗ τὴν ἔφοδον πτοηθεὶς ὁ Σάρακος ἑαυτὸν σὺν τοῖς βασιλείοις ἐνέπρησε, καὶ τὴν ἀρχὴν Χαλδαίων καὶ Βαβυλῶνος παρέλαβεν ὁ αὐτὸς Ναβοπαλάσαρος ὁ τοῦ Ναβουχοδονόσωρ πατήρ.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων παʹ ἐβασίλευσε Νεχαῶ ἔτη ηʹ. τοῦ δὲ κόσμου
ἦν ἔτος δωνδʹ. Αἰγυπτίων πβʹ ἐβασίλευσε Ψαμμήτιχος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωξβʹ. Αἰγυπτίων πγʹ ἐβασίλευσε Νεχαῶ βʹ Φαραῶ ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωοςʹ. Αἰγυπτίων πδʹ ἐβασίλευσε Ψάμμουθις ἕτερος ὁ καὶ Ψαμμήτιχος ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπεʹ. Αἰγυπτίων πεʹ ἐβασίλευσεν Οὔαφρις ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δβʹ. Αἰγυπτίων πςʹ ἐβασίλευσεν Ἄμωσις ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δλςʹ. Ἕως τοῦ δπςʹ χρόνου ἡ τῶν Αἰγυπτίων βασιλεία διαρκέσασα ἀπὸ τοῦ βψοςʹ κοσμικοῦ ἔτους ἐν δυναστείαις ιʹ, βασιλεῦσι δὲ πςʹ, ἔτεσι βσιαʹ, ὑπὸ Καμβύσου καθῃρέθη ἐπὶ τοῦ πςʹ βασιλεύσαντος τῆς Μεστραίας ἤτοι Αἰγύπτου χώρας Ἀμώσεως ἀπὸ τοῦ αʹ αὐτῶν Μεστραῒμ τοῦ καὶ Μηνέως. ἐπὶ τούτου γὰρ ἀποστᾶσαν τῆς κατ' αὐτὸν ἀρχῆς τὴν Αἴγυπτον ὅπλοις καὶ μάχαις κρατεραῖς ὑπηγάγετο Καμβύσης ταύτην, ἔνθα καὶ Πυθαγόραν εὑρὼν ἐπιξενωθέντα διὰ φιλοσοφίαν σὺν τοῖς αἰχμαλώτοις εἰς Πέρσας τελεῖ, ἡνίκα φασὶν αὐτὸν εἰς Χαλδαίους ἐλθεῖν καὶ τὴν παρ' ἐκείνοις σοφίαν μετελθεῖν καὶ πάλιν ἐκεῖθεν ἀναζεύξαντα εἰς Ἰταλίαν χωρῆσαι, φυγόντα τὴν πατρίδα Σάμον διὰ Πολυκράτην τὸν τύραννον, καὶ διαζῆσαι τὴν Ἰταλικὴν διατριβὴν συστησάμενον. 250 Ἔμεινε δὲ ἡ Αἴγυπτος ὑπὸ Πέρσας ἔτι ἕως ∆αρείου τοῦ Ξέρξου. ἔστιν οὖν κζʹ δυναστεία, καθ' ἣν Πέρσαι ἐκράτησαν ἀπὸ εʹ ἔτους Καμ βύσου. ΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ῥωμαίων ιζʹ ἐβασίλευσε Νουμᾶς Πομπίλιος ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψπʹ. Νουμᾶς μετὰ Ῥωμύλον βασιλεύσας Ῥώμης πρῶτος νόμους Ῥωμαίοιςεἰσήγαγεν. ὁ αὐτὸς τὸ Καπετώλιον ἐκ θεμελίων ᾠκοδόμησεν. ὁ αὐτὸς τῷ ἐνιαυτῷ δύο μῆνας προσέθηκε, τόν τε Ἰανουάριον καὶ τὸν Φεβρουάριον, δεκαμηνιαίου τοῦ ἐνιαυτοῦ πρὸ τούτου χρηματίζοντος. ὁ αὐτὸς καὶ γογγιάριον ἔδωκεν, ἀσσάρια ξύλινα καὶ σκύτινα καὶ ὀστράκινα. Ῥωμαίων ιηʹ ἐβασίλευσε Τοῦλλος Ὁστίλιος ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωκαʹ. Οὗτος καὶ Σίλβιος παρά τισι λέγεται. τοῦτόν φασι πρῶτον περιβα λέσθαι πορφύραν ἐν βασιλεῦσι Ῥωμαίων καὶ ῥάβδον κατασχεῖν. οὗτος τῆς οἰκίας αὐτῷ καταφλεχθείσης σκηπτῷ συγκαυσθεὶς τελευτᾷ. Ἄλλοι δέ τινες τῶν ἱστορικῶν τέταρτον αὐτὸν ἀπὸ Ῥωμύλου τάττουσιν ἢ εʹ, Ἀγκῶνα Μαρκίωνα μετὰ Νουμᾶν προτάττοντες αὐτοῦ καὶ Πρίσκον Ταρκύνιον καὶ Σίλβιον Τοῦλλον, καὶ μετὰ τούτους τὸν Τοῦλλον Ὁστίλιον. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων λʹ ἐβασίλευσεν Ἀλκμαίων ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψκθʹ. 251 Ἐπὶ