113
λαμβάνων ἀτυχούντων αὐτῶν καὶ τῆς παροινίας ἤδη δεδωκότων ἀξίας δίκας, ἐπὶ τοσοῦτον χρόνον εἰς δικαστήρια ἑλκομένων καὶ παρὰ πάντων περιορωμένων καὶ τὰ ἔσχατα πείσεσθαι προσδοκούντων; μὴ, παρακαλῶ. ἀναμνήσω δέ σε καί τινος ἐπαγγελίας ἧς ἐπηγγείλω πρὸς ἐμέ. καὶ γὰρ ὅτε πρῶτον πρὸς σὲ ἀφῖγμαι ὑπὲρ τουτωνὶ δεόμενος τῶν ἀρχιερέων, ἐπεὶ πολὺς αὐτὸς ἐνέκεισο ἐπὶ δίκην καλῶν, ἀλλ' ὅρα, ἔφην, μὴ σὺ, καὶ δικαστὴς καὶ κατήγορος ὢν, τὸ τῶν δικαζομένων δικαίωμα παρίδῃς. τότε μὲν οὖν μὴ παρόψεσθαι ἐπηγγείλω· νῦν δ' ἤδη καιρὸς καὶ ἐπὶ τῶν ἔργων τὴν 1.322 ἐπαγγελίαν ἐκπληροῦν. τὸ γὰρ δικαίωμα αὐτῶν ἀφῖγμαι ἔχων ἐγώ.» καὶ ἀναστὰς εὐθὺς, ἐπεὶ ὅ, τε πατριάρχης καὶ οἱ λοιποὶ συνανέστησαν πάντες, τοὺς ἐγκαλουμένους παραλαβὼν ἀρχιερέας, ἅμα δὲ καὶ τοῖς ἄλλοις παρακελευσάμενος τὰ ἴσα δρᾷν καὶ τῆς δεήσεως συνεφάπτεσθαι αὐτοῖς, πρὸς τοὺς πόδας ὁμοῦ πάντες τοῦ πατριάρχου κατακλιθέντες, «συγχώρησον ἡμῖν τοῖς ἐπταικόσιν» ἔλεγον «πάτερ, ἄφες, ἵνα καὶ σοὶ παρὰ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς τὰ ὀφειλήματα ἀφεθῇ.» οἱ μὲν οὖν τοιαῦτα ἐποίουν· ὁ πατριάρχης δὲ «ἀφύκτοις» ἔφη «λίνοις ὑπὸ σοῦ, μέγα δομέστικε, περισχεθεὶς, ἐπεὶ μηδὲν ἔξεστιν ἔτι δρᾷν ἢ ὅπερ αὐτὸς ποιῇ διὰ σπουδῆς, τὸ ἀντιλέγειν ἀφεὶς, ὅπερ ἐθέλεις αὐτὸς ποιήσω.» καὶ αὐτίκα συγγνώμην τε ἐδίδου καὶ τῆς αἰτίας ἠφίει τοὺς λελυπηκότας, καὶ παρὰ τοῦ θεοῦ συγχώρησιν αὐτοῖς τῶν ἡμαρτημένων ἐξῃτεῖτο, καὶ τῷ μεγάλῳ δομεστίκῳ πολλὰ ἐπηύχετο ἀγαθὰ τῶν λόγων ἕνεκα, ὧν διεξῆλθε πρὸς αὐτούς. ἠσπάζετό τε τοὺς λελυπηκότας ἀρχιερέας καθ' ἕνα καὶ εὐλογίας ἠξίου, δεῖγμα καθαρᾶς διαλλαγῆς. μετὰ δὲ τοῦτο πατριάρχης μὲν διέλυσε τὸν σύλλογον, βραχέα τινὰ διαλεχθείς· οἱ αἰτιαθέντες δὲ ἀρχιερεῖς εἰς βασιλέα ἐλθόντες, πολλὰς ὡμολόγουν χάριτας αὐτῷ τῆς ὑπὲρ αὐτῶν ἐπιμελείας καὶ σπουδῆς καὶ ἐπηύχοντο πολλὰ ἀγαθά. βασιλεῖ δὲ ἰδίᾳ τοῖς τε ἐν τέλει καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄλλοις ἐπιτηδείοις πολλὰς παρεχομένῳ τὰς εὐεργεσίας, οὐκ ἐδόκει δεῖν μὴ καὶ δημοσίᾳ τῷ δήμῳ καὶ πάσῃ τῇ πόλει χάριν καταθέσθαι τινὰ, καὶ τάς τε βιαιοτέ 1.323 ρας ἐκώλυσε συνεισφορὰς, καὶ ὅσοι ἀμπέλους ἢ οἰκήματα ἐν δημοσίοις χωρίοις εἶχον, ἐφ' οἷς συνετέλουν πρόσοδόν τινα τακτὴν εἰς τὸ κοινὸν, τούτους ἐκέλευσε μηδὲν παρέχειν, ἀλλ' ἄνευ φόρων καρποῦσθαι, καὶ χρυσόβουλλον δικαίωμα ἐπὶ τῇ εὐεργεσίᾳ παρασχών. γʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ πανστρατιᾷ ἐσέβαλεν εἰς τὴν Ῥωμαίων, ἄγων καὶ Σκύθας συμμάχους, καὶ τὰς ἄνω τῆς Θρᾴκης ἐδῄωσε πόλεις ἐφ' ἡμέραις ἱκαναῖς. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς τὴν εἰσβολὴν, ὅσην ἐξῆν ἀθροίσας στρατιὰν, ἦλθεν εἰς Βιζύην κατὰ τάχος, κἀκεῖ παρεσκευάζετο πρὸς μάχην. Μιχαὴλ δὲ ἐπεὶ πρὸς τῶν σφετέρων μάθοι κατασκόπων ἐν Βιζύῃ παρασκευάζεσθαι τὸν βασιλέα, ἔτι γὰρ ἐν τῇ Ῥωμαίων καθήμενος ἐδῄου, δείσας μὴ ἐπελθόντα οὐχ οἷός τε ἀμύνεσθαι ἦν, ἔγνω δεῖν ἐξαπατῆσαι. καὶ πέμψας πρεσβευτὴν, ἀκηκοέναι ἔφασκεν εἰς Βιζύην ἀφιγμένον, στοχάζεσθαί γε μὴν ἐκ τῶν εἰκότων μάχεσθαί οἱ ὡρμημένον ἐπιέναι. οὐ δεῖν οὖν κατατρίβειν τὴν στρατιὰν μακρὰν ἀνύοντα ὁδόν. αὐτὸν γὰρ ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ ἀφίξεσθαι ἐς Βιζύην ὡς ἐς μάχην. ὁ μὲν οὖν πρεσβευτὴς τοιαῦτα εἰπὼν ἀπῆλθε. Μιχαὴλ δὲ ἄρας τῷ στρατῷ, τῆς τε ἡμέρας τὸ λοιπὸν καὶ τὴν ἐπιοῦσαν νύκτα βαδίσας συντόνως, ἐς τὴν ὑστεραίαν ἐν ὁρίοις τῆς ἰδίας ἡγεμονίας ἦν. βασιλεὺς δὲ ἅμα πρωῒ τήν τε στρατιὰν κελεύσας ἐν τοῖς ὅπλοις εἶναι καὶ τὴν ἔφοδον τῶν βαρβάρων πε 1.324 ριμένειν, ἐξηρτύετο καὶ αὐτὸς τὰ πρὸς τὴν μάχην. καὶ στρατιώτας ἔπεμψέ τινας ὡς τὸ στρατόπεδον τῶν πολεμίων κατασκεψομένους. περὶ μεσημβρίαν δὲ οἱ κατάσκοποι ἧκον στρατιῶται, ἄγοντες καὶ Μυσοὺς δοριαλώτους ἕξ· οἳ ἀνερευνώμενοι, τὸν βασιλέα ἔφασαν σφῶν τῇ προτεραίᾳ ἄραντα τῇ στρατιᾷ οἴχεσθαι εἰς τὴν οἰκείαν, αὐτοὺς δὲ ἁρπαγῆς ἕνεκα περιλειφθέντας, ὑπὸ τῶν στρατιωτῶν ἁλῶναι. οὕτω μὲν Μιχαὴλ κατεστρατήγησε βασιλέα. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ αὐτὸς