113
μὴ οντα ἀπὸ τῶν εἰς ˉεˉυˉς η ˉεˉυˉω, μήτε σύνθετα ἀφ' ἁπλοῦ, εχει τὴν ˉεˉι δίφθογgamma.462 γον, μήτε λεγόμενα καὶ εἰς ˉοˉν οὐδέτερα, μήτε ἀπὸ παροξυτόνου κατὰ κρᾶσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρισκόμενα, μήτε ἀττικῶς ἐκτείνοντα τὸ ˉα καὶ παροξυθέντα, διὰ τοῦ ˉι γράφονται. οιον· ἀνία, ἀξία, μανία, ἠρεμία. πρόσκειται μονογενῆ, διὰ τὸ Πολυδευκεία χεὶρ καὶ ̓Αγαμεμνονεία. ὁ ̓Αγαμεμνόνειος γὰρ καὶ τὸ ̓Αγαμεμνόνειον. πρόσκειται πρὸ μιᾶς τὸν τόνον εχοντα, διὰ τὸ εὐσέβεια. πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ μνεία καὶ χρεία. πρόσκειται μὴ ἀπὸ τῶν εἰς ˉεˉυˉς, μὴ ἀπὸ τῶν εἰς ˉεˉυˉω, διὰ τὸ ταχὺς, ταχεῖα, δουλεύω, δουλεία. πρόσκειται μὴ σύνθετα, μὴ ἀπὸ ἁπλοῦ εχει τὴν ˉεˉι δίφθογγον, ἐπειδὴ ἀπὸ τοῦ δεία, τοῦ σημαίνοντος τὴν ενδειαν, γέγονε σιτοδεία. πρόσκειται μὴ λεγόμενα εἰς ˉοˉν οὐδέτερα, διὰ τὸ ἐλεγεῖον, ἐλεγεία. πρόσκειται μὴ κατὰ διάστασιν, διὰ τὸ ἀνδρεία τὸ ἐπὶ ἀρετῆς. τοῦτο ὁ μὲν ̓Απολλώνιος διὰ τοῦ ˉι γράφει, ὁ δὲ Ωρος διὰ διφθόγγου. ευρηται γὰρ κατὰ διάστασιν, ἀνδρεία. πρόσκειται μὴ ἀττικῶς ἐκτείνοντα τὸ ˉα καὶ παροξυθέντα, ἐπειδὴ τὸ ἱέρεια καὶ ευκλεια ἀττικῶς καταβιβάζει τὸν τόνον καὶ τὸ ˉα ἐκτείνουσι. τοιοῦτον καὶ τὸ θυεία, ο σημαίνει τὴν ιγδην. ἀττικῶς ἐκτείνοντες τὸ ˉα, καὶ καταβιβάσαντες τὸν τόνον, καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξαν. τὸ δὲ νωθεία, ἡ ἀργία, οὐκ εστιν ἀπὸ τοῦ νωθεύω· ἐκεῖνο γὰρ διὰ τοῦ ˉο μικροῦ· ἀλλ' ισως ἀπὸ τοῦ νωθρὸς, νωθρεύω, νωθρεία, καὶ κατὰ ἀποβολὴν τοῦ ˉρ νωθεία. *Γωλειά. ὁ φωλεός.* ( ̔Ρῆμα.) Γῶ. τὸ χωρῶ· καὶ λαμβάνω καὶ δέχομαι. delta.463 ∆. Τὸ ∆ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) ∆αβειρή. κύριον. ∆αβήρ. τὰ αγια τῶν ἁγίων ὀνομάζει. ∆αβαινίτησ. ἀπὸ ∆αβαίνης τόπου. ∆αγίσθαιοσ. κύριον. ∆αήμων. ἐπιστήμων, εμπειρος. παρὰ τὸ δαίω, δαῶ, δαήσω, δεδάηκα, δεδάημαι, δαήμων. ∆αήρ. ἀνδράδελφος. παρὰ τὸ δαίω. δαὴρ αυτ' ἐμὸς εσκε κυνώπιδος. ∆αΐφρων. συνετὸς, πολεμικός. παρὰ τὸ δαίω, τὸ μανθάνω καὶ γινώσκω. ιν' ῃ ὁ δεδαηκὼς φρόνησιν. η παρὰ τὸ ˉδˉα ἐπιτατικόν. ὁ δὲ πολεμικὸς παρὰ τὴν δαῒ δοτικὴν, ο σημαίνει τὴν μάχην. ὁ τὰ περὶ τὸν πόλεμον φρονῶν. ∆αιτυμόνεσ. εὐωχηταὶ, ἀριστηταί. ∆αιμόνιε. ἀντὶ τοῦ μακάριε. ∆αιδαλόχειρ. ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερσὶν ἐργαζόμενος. ∆αίδαλοσ. ὁ ποικίλος. καὶ ονομα κύριον. ος ην πάνυ ποικιλτὴς καὶ ἐπινοήμων. παρὰ τὸ δαίω, τὸ μανθάνω η τὸ ἐπίσταμαι, δαίαλος, ὁ ἐπιστήμων, καὶ πλεονασμῷ τοῦ ˉδ δαίδαλος. ἐκ τούτου δαιδάλλω. τὸ δαιδάλειος ἀπὸ τοῦ δαιδάλω. ἀπὸ τοῦ δαιδάλειος δὲ τὸ δαιδάλεον κατὰ ἀποβολὴν τοῦ ἰῶτα. delta.464 ∆αιτρόσ. μεριστὴς, μάγειρος. παρὰ τὸ δαίω, τὸ μερίζω, δαιτρός. ἐξ ου καὶ τὸ δαιτρεύω. ∆αίτωρ. ονομα κύριον. καὶ ὁ εὐωχητής. παρὰ τὸ δαίω, τὸ μερίζω, δαίτωρ, ὡς πράξω πράκτωρ. ∆αιταλεῖσ. οἱ δαιτυμόνες καὶ θιασῶται. ̓Αριστοφάνης. -ἐπιδείπνιον θέαν τοῖς δαιταλεῦσιν ὁ βασιλεὺς χαριζόμενος. ∆άκεσ. οἱ Πατζινάκαι. ∆ακρυόεις καὶ δακρυόεσσα. ἀπὸ τοῦ δάκρυον. ∆άκτυλοι. οἱ βάλανοι τοῦ φοίνικος. ∆άκτυλοσ. παρὰ τὸ δράσσω, δράκτυλος τὶς ων. η παρὰ τὸ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεκται, δάκτυλος, οἱ δεκτικοὶ οντες τῶν διδομένων. η παρὰ τὸ δείκω, τὸ δεικνύω, δείκτυλοι καὶ δάκτυλοι· δι' αὐτῶν γὰρ ἡ δεῖξις γίνεται. ∆ακτύλιοσ. ἡ σφραγίς. καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωσεν ἐπιστολήν. ἀπὸ τοῦ παρὰ τὸν δάκτυλον ἰέναι. δακτύλιοι καὶ οἱ τετρυπημένοι λίθοι, ἀφ' ου τὰ ἀπόγεια σχοινία ἀνάπτουσι. ∆αλόσ. λαμπὰς η ξύλον καιόμενον. παρὰ τὸ δαίω δαλὸς καὶ δαυλός. η παρὰ τὸ δαίω, δαίσω, δαυλὸς, ὡς αυω, αυσω, αὐλός. ∆αμασίφρων. ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος· δαμασίφρονα χρυσόν. ∆αμάσκιοσ. στωϊκὸς φιλόσοφος, Σύρος. delta.465 ∆αμᾶσ. κύριον. παρὰ τὸ δαμάσω μέλλοντα. ὡς θαυμάσω, Θαυμᾶς. ∆άμασοσ. κύριον. παρὰ τὸ δαμάζω, δαμάσω, ∆άμασος. ∆αμάστωρ. ἐκ τοῦ δεδάμασται· ὡς τετέλεσται τελέστωρ. ∆άμισ. κύριον. παρὰ τὸ δῆμος γίνεται δῆμις καὶ δάμις. ὡς ἀπὸ τῆς δουρὸς γενικῆς ∆οῦρις. ∆ανιήλ. κύριον. διάκρισις ἑρμηνεύεται. ∆αναοί. οἱ Ελληνες. ἀπὸ τοῦ ∆αναοῦ η ἀπὸ ∆άνου τοῦ βασιλέως. ∆ασμολόγοι. φορολόγοι, ἀπαιτηταί. ∆ασμόσ. ὁ