1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

113

«Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός. Ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ' οὐχ ὑπακούεται.» «Χορτάσματα καὶ ῥάβδος ὄνῳ, ἄρτος δὲ, καὶ παιδεία, καὶ ἔργον οἰκέτῃ. Ἔργασαι ἐν παιδείᾳ, καὶ εὑρήσεις ἀνάπαυσιν. Ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. Ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσι, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. Ἔμβαλλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ. Πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.» «Οἰκέτου πονηροῦ μὴ αἰσχυνθῇς πλευρὰν αἱμάξαι.» ∆ούλων ὑπάρχει κακῶν ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ἑαυτοῖς ποιεῖν τὸν ἐλεύθερον. Οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν, ἐναντιοῦσθαι δεσπότῃ.

ΤΙΤΛ. ΚΒʹ. -Περὶ δυσαρεστουμένων.

«Ὦ οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ.» «Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης· Ὅμοιοί εἰσι παιδίοις ἐν ἀγορᾷ καθημένοις, 95.1404 καὶ προσφωνοῦσιν ἀλλήλους, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.»

ΤΙΤΛ. ΚΓʹ. -Περὶ διψύχων, καὶ παλιμβούλων, καὶ ἀστατούντων τὴν γνώμην,

καὶ μεταβατῶν. «Αἴγυπτον ἐπεκαλοῦντο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.» «Οὐαὶ καρδίᾳ

δισσῇ, καὶ ἁμαρτωλῷ ἐπιβεβηκότι ἐπὶ δύο τρίβους.» «Μὴ προσέλθῃς καρδίᾳ δισσῇ.» «Ἄφρων ὡς σελήνη ἀλλοιοῦται.» «Καρδία ἐπιβαίνουσα δυσὶν ὁδοῖς, οὐκ εὐοδωθήσεται.» «Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ παροικήσει, οὐκ ἀνοίξει στόμα.» «Τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως.» «Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.» «Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Οἷς εὔκολος πρὸς μεταβολὴν ἡ διανοία, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τετάγμενον. Ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς τὰς τῶν ἀνέμων μεταβολὰς, ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. Κούφους καὶ ἀνοήτους, τούτους ὑπολαμβάνομεν, τοὺς ῥᾳδίως ἐπ' ἀμφότερα φερομένους, καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς, ἢ παλιῤῥοίας εὐρίπων, ἢ θαλάσσης ἀστάτου κύματα. Πέφυκεν ὁ ἄφρων ἐπὶ μηδενὸς ἑστάναι πράγματος. Καὶ ἔστιν αὐτῷ πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσις ἀκράδαντον οὐκ ἔχουσα. Φυτὸν μεταφερόμενον συνεχῆς, οὐ ποιήσει καρπόν.

ΤΙΤΛ. Κ∆ʹ. -Περὶ δόξης, καὶ τιμῆς· καὶ ὅτι οὐ δεῖ δόξαν ἑτέρῳ παρασχεῖν.

«Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.» «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» «Ὡς ἔτι ζῇς, καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί. Κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου· καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν σου. Υἱῷ καὶ γυναικὶ, καὶ φίλῳ, καὶ ἀδελφῷ, μὴ δὸς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου. Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.»

ΤΙΤΛ. ΚΕʹ. -Περὶ διαβόλου, ἤτοι Σατανᾶ καὶ δαιμόνων.

«Ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, ἐλάμβανε ∆αβὶδ τὴν κινύραν, καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχε Σαοὺλ, καὶ ἀφίστατο ἀπ' αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.» «Ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν ∆αβὶδ ἀριθμῆσαι τὸν Ἰσραήλ.» «Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ' ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν αὐτοῦ ὡς κυπαρίσσου, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται ὥσπερ σχοινίον.» «Ἡ