τηρεῖσθαι τοῦτο θερμότατα βουλευσάμενος καὶ εἰς πάντας χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεύειν φιλοτιμούμενος. καὶ νεαρὰν προδήλως ἐξέθετο κυροῦσαν μὲν τὸν τοῦ μεγάλου Θεοδοσίου νόμον εἰς τὸ διηνεκές, ἀναιροῦσαν δὲ τὸ τοῦ θυμοῦ ἀκαμπὲς καὶ ἀμείλικτον διὰ τοῦ μὴ ταχέως τὰς δι' αἵματος ψηφηφορίας εἰς ἔργον ἀποβαίνειν στυγνότητος· καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσιν ἀγαθὸν ἐπαφῆκεν ἐφόδιον πρὸς τὴν αὐτῶν ἐξιλέωσιν καὶ τὴν τοῦ ἐπουρανίου βασιλέως θεραπείαν καὶ εὐαρέστησιν. καὶ ἀνέγνω τὸν νόμον ἐπὶ τῆς συγκλήτου βουλῆς, καὶ σύμψηφον ἔσχε ταύτην καὶ λίαν εὐάρεστον· ἔγνω γὰρ, φρονήσει διαφέρων καὶ θεοειδεῖ ἀγαθότητι, ὡς ἡ ἀκμὴ τοῦ θυμοῦ, πυρὸς δίκην τὴν καρδίαν αὐτὴν κατανεμομένη, πάντων ἀφειδεῖν ἐκβιάζεται καὶ σαρκῶν ἀνθρωπίνων καταμασᾶσθαι καὶ ποταμοὺς αἱμάτων ὑπερπηδᾶν, 315 ἢ καὶ προσεπιγάννυσθαι τοῖς οὕτω δρωμένοις ἀσυμπαθῶς. ὄρεξις γάρ ἐστιν ἀντιλυπήσεως ὁ θυμός· ἡ δὲ ὄρεξις δυσχερῶς ἐκ τοῦ προχείρου κατακοιμίζεται. διὰ τοῦτο καὶ τῷ τῆς ὀργῆς ἀκράτῳ χαλιναγωγίαν ὁ σοφὸς αὐτοκράτωρ τόνδε τὸν νόμον τιθέμενος, τὴν τῆς τιμωρίας ἀνεβάλετο ἔκβασιν, ἕως ἂν ὁ θυμὸς τῷ βασιλεύοντι πεπανθῇ, τριακονθημέρον προβαίνοντος διαστήματος· καὶ τηνικαῦτα, εἰ μὲν ἔλεος αὐτῷ ἢ μετάμελος εἰσέλθῃ τοῦ τὴν κεφαλικὴν δεξαμένου ἀπόφασιν, εἶναι τοῦτο θεοῦ καὶ μένειν τὸν ἄνθρωπον ἀθιγῆ, ἴσως δὲ καὶ ἀθῶον ποθεν εὑρισκόμενον· εἰ δ' οὖν, τότε πεπληροφορημένον εἶναι τὸ πρᾶγμα, ὡς ἐπεί περ οὐδέν τι κατεδυσώπησεν ὁ χρόνος τὸν ἀνάκτορα, καὶ θεὸς εἰς τὸ πάθος αὐτοῦ συμψηφίζεται. εἰ γὰρ ἐν τῷ παφλάζοντι τῆς ὀργῆς δέξεται μὲν ἄνθρωπος θανατηφόρον πληγὴν ἢ χειρὸς ἐκτομὴν ἢ ὀφθαλμῶν ἐκκοπήν, ἀνεθεὶς δὲ τῆς ὀργῆς ὕστερον ὁ κρατῶν μετάμελον ἕληται καὶ τὴν ἀπόφασιν ἀνακαλέσασθαι βουληθῇ, τίς ἡ τοῦ μεταμέλου ὠφέλεια; τίνες δ' ἐριννύες μεταμελητὶ καὶ τὸν κολαστὴν οὐκ ἐλάσουσι; ποία δὲ καὶ τὸν παθόντα λύπη οὐ διαδέξεται, ὅτι πρὸς τὴν ἀνάκλησιν ἀπερράπισται; ταῦτα οὖν ὁ βασιλεὺς μεγαλοφρόνως κατασκεψάμενος καὶ προσθήκην ἰδίαν τῇ νεαρᾷ ταύτῃ προσανεμάξατο, συντάξας ἐν αὐτῇ ἵνα μετὰ τὴν τριακονθήμερον ὑπομιμνήσκηται πάλιν ὁ βασιλεύς, καὶ οὕτω τὸ πέρας ἀποτελῆται ἢ συγχωρῆται τῆς ἀποφάσεως. 316 Ἐπεὶ δὲ τῆς σωματικῆς τιμωρίας ἐποιήσατο πρόνοιαν δεδωκὼς καιρὸν ὀργῇ, καὶ φιλανθρωπίαν συγκεράσας τοῖς ἀνθρωπίνοις κακοῖς, ἀπεῖδε καὶ πρὸς τὴν ἐπεισκωμάσασαν λύμην οὐ πρὸ πολλῶν τούτων ἐνιαυτῶν, καὶ διαφθείρουσαν τὴν τάξιν τῆς τῶν ὑπηκόων πίστεως, καὶ σύγχυσιν αὐτῇ παρενείρουσαν, καὶ τὴν βασιλικὴν ὑπηρεσίαν εἰς ἀπορίαν καὶ φροντίδα χαλεπὴν περιβάλλουσαν. καὶ γὰρ ἔργοις αὐτοῖς μεμαθηκὼς ὡς τῇ κοινῇ φύσει τοῦ κατὰ καιρὸν βασιλέως δουλεύοντος καὶ τῷ τοῦ μεγάλου βασιλέως καὶ δημιουργοῦ τῶν ἁπάντων προστάγματι τῶν ἐνθένδε μεθισταμένου, ἀνθ' ὧν ὤφειλεν ὁ μετ' αὐτὸν βασιλεὺς τοὺς εὐαρεστήσαντας ἐκείνῳ μέχρι παντός, καὶ τὴν εὐγνωμοσύνην τῆς δουλείας ἐνδειξαμένους καὶ τὸ τῆς παραστάσεως ἀκλινές, καὶ τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς ἀνατλήσαντας ταῖς παννύχοις καὶ πανημερίοις φροντίσι, τῆς προσηκούσης κηδεμονίας καὶ προσπαθείας καταξιοῦν, καὶ ὡς ἀγαθοὺς δούλους καὶ πιστοὺς εὐποιεῖν, καὶ τὴν φλόγα τῆς τοῦ δεσπότου στερήσεως βασιλικοῖς καταψύχειν φιλοτιμήμασι, καὶ τὸν θρῆνον αὐτῶν μεταποιεῖν εἰς τὸ χαριέστερον, βαρὺς μᾶλλον αὐτοῖς ἀναφαίνεται, καὶ ταῖς οὐσίαις αὐτῶν πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπικτηθείσαις ἐπιβουλεύει φιλοκερδῶς, καί που καί τινας τούτων ὑπερορίους ποιεῖ, μὴ τὰ ἐν ποσὶ καθορῶν, καὶ τὸ παράδειγμα δεδιὼς ὡς καὶ εἰς αὐτόν, μᾶλλον δὲ τοὺς ὑπ' αὐτὸν, 317 ἀναφερόμενον ἄντικρυς, τοῦτο διοπτικῶς ἐπιγνοὺς σπουδὴν ἐποιήσατο τὴν νόσον ταύτην ὡς εἰς δεινὴν ἐλαύνουσαν χαλεπότητα στῆσαι, καὶ νόμον ἀντιστῆσαι ταύτῃ, τοῖς οὑτωσὶ πάσχουσι βοηθὸν καὶ