Ἰδουμαίας; οὐ πάντως σύ, Χριστέ, θεός, ὁ ἀπωσάμενός με;» Εἰς τὸν ξʹ ψαλμόν, «εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου» Κλῆσιν ἐθνῶν, Ἰουδαίων ἀποβολὴν προφητεύει. Ἐνθάδε προδεδήλωκε καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν δοθεῖσαν πρὸς αὐτοὺς αὖθις ἐλευθερίαν παρὰ τοῦ βασιλεύσαντος τῷ τότε Ζοροβάβελ. αὐτὸς γὰρ ἐπεστράτευσε κατὰ Βαβυλωνίων κἀκεῖθεν ἐλυτρώσατο τοὺς αἰχμαλωτισθέντας. «ἡμέραν ἐφ' ἡμέραν» γάρ φησι «τοῦ βασιλέως τὰ ἔτη μέχρι γενεᾶς καὶ γενεᾶς αὐξήσεις»· εὐχὴ δὲ τοῦτο πέφυκε τῶν ἐλευθερωθέντων. Εἰς τὸν ξαʹ ψαλμόν, «οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» ∆ιδασκαλία, ᾗ πᾶς τις λύπας ψυχῆς θεραπεύει. Τῆς ἀρετῆς μιμνήσκεται τῶν θείων Μακκαβαίων καὶ τῆς πρὸς τὸν Ἀντίοχον ἐνστάσεως ἐκείνων. ἀναγκαζόμενοι καὶ γὰρ εἰδώλοις προσκυνῆσαι, ταῦτα, φησί, πρὸς ἑαυτοὺς ἠρέμα προσελάλουν· «οὐχ ἡ ψυχή μου τῷ θεῷ ὑποταγῆναι μέλλει; καὶ γὰρ αὐτὸς καθέστηκε θεός μου καὶ σωτήρ μου.» Εἰς τὸν ξβʹ, «ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω» Ὕμνον εὐχάριστον ᾄδει ὁ ζῶν ἐν νόμῳ κυρίου. Φυγὼν καὶ πάλιν ὁ ∆αυὶδ Σαοὺλ τὸν τολμητίαν εἰς τὰς ἐρήμους ἔμαθε τὸν θάνατον ἐκείνου. ἔνθα καὶ τοῦτον τὸν ψαλμὸν εὐχαριστῶν ἐξεῖπε· «τὰ χείλη μου» καὶ γάρ φησι «νῦν ἐπαινέσουσί σε, ἐμοῦ γὰρ ἀντελάβετο, σῶτερ, ἡ δεξιά σου· αὐτοὶ δ' ἐζήτησαν λαβεῖν εἰς μάτην τὴν ψυχήν μου, ἀλλ' εἰσελεύσονται πρὸς γῆς τὰ κατωτέρω μέρη.» Εἰς τὸν ξγʹ ψαλμόν, «εἰσάκουσον, ὁ θεός, φωνῆς μου» ∆ιδάσκει πῶς δεῖ βιώσκειν τὸν ἀθλητὴν· {τῆς} εὐσεβείας. Τὸν τοῦ Σαοὺλ μεμαθηκὼς θάνατον ὁ προφήτης καὶ μνημονεύσας τῶν πολλῶν ἐπιβουλῶν ἐκείνου, ἐπεύχεται μηδέποτε περιπεσεῖν ὁμοίῳ. φησὶ γὰρ οὕτω πρὸς θεὸν ἐξ ὅλης τῆς καρδίας· «ἐκ συστροφῆς με σκέπασον τῶν πονηρευομένων, οἵτινες ἐξηκόνησαν τὰς γλώσσας ὡς ῥομαίαν, τόξον αὐτῶν ἐνέτειναν πρᾶγμα πικρόν, τὸ ψεῦδος, κατατοξεῦσαι θέλοντες ἄμωμον ἀποκρύφως.» Εἰς τὸν ξδʹ ψαλμόν, «σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών» Ἔθνη καλεῖ πρὸς τὴν πίστιν {ὁ} προφήτης βλέπων τὸ μέλλον. Τοῦτον προσώπῳ γέγραφε τῶν αἰχμαλωτισθέντων, ποθούντων θύειν τῷ θεῷ, μὴ δυναμένων δ' ὅμως· ἐν Παλαιστίνῃ γὰρ ἐξῆν ἐκείνοις τότε θύειν. ὅθεν φασὶ πρὸς τὸν θεὸν ἐκ τῆς αἰχμαλωσίας· «σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν τῇ Σιὼν ὡς ἔθος, εὐχὴ δ' ἐν Ἱερουσαλὴμ ἀποδοθήσεταί σοι.» Εἰς τὸν ξεʹ ψαλμόν, «ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ» Κλῆσις ἐθνῶν πρὸς τὴν πίστιν, προμαρτυρία κηρύκων. Ἐνταῦθα τὴν ἀνάστασιν προλέγει τοῦ σωτῆρος (φησὶ γάρ, «ἀλαλάξατε, γῆ πᾶσα, τῷ κυρίῳ»), μέμνηται δὲ μετὰ μικρὸν καὶ τῆς ἐλευθερίας, τῶν Ἰουδαίων λέγω δή, τῆς ἀπὸ Βαβυλῶνος. ἐνταῦθα γὰρ ὡς ἀληθῶς ἐκείνους σχηματίζει θαρρούντως ὑποστρέφοντας ἐκ τῆς αἰχμαλωσίας καὶ τῷ δεσπότῃ τοῦ παντὸς ὑπερευχαριστοῦντας ὅτι λελύτρωκεν αὐτοὺς ἐξ εἰδωλολατρίας. «εἰσήγαγες» καὶ γάρ φησιν «ἡμᾶς εἰς τὴν παγίδα καὶ θλίψεις ἔθου συνεχεῖς ἡμῶν ἐπὶ τὸν νῶτον· διὰ πυρὸς καὶ ὕδατος διήλθομεν ἀθλοῦντες, σὺ δ' ἀλλ' ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχὴν πᾶσαν.» ταῦτα δὲ πάντως εἴρηκε προσώπῳ τῶν ἁγίων τῶν τοῖς Ἑβραίοις τοῖς λοιποῖς συναιχμαλωτισθέντων. Εἰς τὸν ξϛʹ ψαλμόν, «ὁ θεὸς οἰκτειρήσαι ἡμᾶς» Κλῆσις ἐθνῶν κήρυγμά τε κηρύκων σῷζον ἐκ πάντων. Τὴν τοῦ δεσπότου σάρκωσιν ἐνθάδε προσημαίνει τὴν κλῆσίν τε τὴν τῶν ἐθνῶν ἡμῶν τῶν ἀπωσμένων. «ὁ» γὰρ «θεὸς» φησὶν «ἡμᾶς εἰς τέλος οἰκτειρήσαις καὶ ἐφ' ἡμᾶς τὸ πρόσωπον ἐνθέως ἐπιφάναις, ὡς ἐν τῇ γῇ γνωσθῆναί σου τὴν τρίβον τοῖς ἀνθρώποις καὶ πᾶσιν ἔθνεσι τὸ σὸν σωτήριον δοθῆναι.» Εἰς τὸν ξζʹ ψαλμόν, «ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν» Ἐνανθρωπῆσαι σωτῆρα καὶ ἔθνη σῶσαι προλέγει. Τὴν ἴσην ἔχει δύναμιν οὗτος τῷ προρρηθέντι, προλέγει γὰρ τὴν σάρκωσιν τοῦ λόγου καὶ δεσπότου. τὸ δ' «ἀναστήτω ὁ θεὸς» συμμαρτυρεῖ τῷ λόγῳ. Εἰς τὸν ξηʹ ψαλμόν, «σῶσόν με, ὁ θεός» Πάθη Χριστοῦ, θεοκτόνων ἀποβολὴ Ἰουδαίων. Ἐνθάδε πάθη τὰ σεπτὰ προλέγει τοῦ