113
διαλέγεται πάντα, μυστικὴ δέ ἐστιν ἡ βίβλος καὶ ὅλη πρὸς ἀλληγορίαν βλέπει. εἰ μὲν οὖν ἔστι τι καὶ τοιοῦτον θηρίον καθ' ἱστορίαν, οὔπω μὲν πείθομαι, πλὴν οὐ φιλονεικῶ. ὅτι δὲ τὸν διάβολον αἰνίττεται ἡ γραφή, πολλοῖς ἁγίοις ἀνδράσι καὶ ἐν ἐκκλησίᾳ διαπρέψασιν ἔδοξεν. διὸ κατὰ ταύτην τὴν ἔννοιαν τὴν περὶ τούτου λέξιν ἑρμηνεῦσαι πειρασώμεθα. Αἱ λέξεισ 40, 7 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. μὴ σιωπήσῃς, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, τουτέστιν· ἀνάλαβε σαυτόν, ἄνδρισαι, ἀπόσεισαι τὴν ἀθυμίαν. πρὸς δὲ διάνοιαν ζώννυται τὴν ὀσφὺν ὁ σώφρων διὰ τὸ τὰ σπέρματα ἐν τῇ ὀσφύι εἶναι λέγεσθαι· διὸ καὶ Λευὶ ἐλέγετο ἐν τῇ ὀσφύι τοῦ πατρὸς εἶναι, ὅτε τὰς δεκάτας προσήνεγκε τῷ Μελχισεδὲκ ὁ Ἀβραάμ. ζώννυται δὲ τὴν ὀσφὺν ὡς ἀνὴρ ὁ ἀληθείᾳ δογμάτων τὴν ὀσφὺν περιεζωσ 358 μένος, ὁ μετὰ σωφροσύνης καὶ ὀρθοδόξοις πλουτῶν δόγμασιν, ὁ καταργήσας τὰ τοῦ νηπίου καὶ γενόμενος ἀνὴρ ἐν τῇ γνώσει δεξάμενος αὔξησιν. ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ἐννοήσας, τίς ὁ τὴν ἐρώτησιν ποιούμενος, οὕτως ἀποκρίνου. 40, 8 ἢ ἀποποιῇ μου τὸ κρίμα; μὴ παραιτοῦ δικάσασθαι μηδὲ ἔκφευγε τὴν ἐμὴν κρίσιν. 40, 8 οἴει δὲ μὴ ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; θέλω, φησίν, ἵνα παραθῇ τὰ σὰ δίκαια. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἐπόθει ἐπὶ θεοῦ λέγειν τὰ προσόντα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ ἔλεγεν ὅτι· θεοῦ κρίνοντος οἶδα ὅτι ἀναφανοῦμαι δίκαιος, τούτων αὐτὸν εἰς ἔννοιαν ὁ θεὸς ἄγει, δίκασαι, λέγων, κρίθητι παρ' ἐμοί, καλῶς ἐπίστευες, καλῶς ἤλπιζες ἀναφανήσεσθαι δίκαιος· καὶ γὰρ διὰ τοῦτο συνεχώρησα τοὺς πειρασμούς, ἵνα ἐπὶ τέλει χρηματίσω σοι καὶ πάσαις δημοσιεύσω ταῖς γενεαῖς τὴν σὴν δικαιοσύνην. ὅρα δέ, ὡς οὐκ εἶπεν· ἵνα γένῃ δίκαιοςἦν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἀσκήσας, ἀλλ' ἵνα ἀναφανῇς, τουτέστιν· ἵνα δημοσιευθῇ τὰ κατὰ σὲ εἴς τε σὴν εὔκλειαν καὶ τῆς οἰκουμένης ὠφέλειαν. 40, 9 ἢ βραχίων σοί ἐστι κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ' αὐτὸν βροντᾷς; ἐνταῦθα θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται τῷ Ἰὼβ δύο τούτων αἰτιῶν χάριν. συνεχώρησά σε, γάρ φησιν, πληγῆναι οὐχ ὡς πολεμῶν 359 σοι οὐδὲ ὡς ὀργιζόμενος, ἀλλ' ἵνα ἀναφανῇς δίκαιος· ἐπεὶ ποία σοί ἐστιν ἰσχύς, ἵνα καὶ εἰς πόλεμον ἀντικαταστῶ σοι; καὶ ἄλλως δέ· ἐπειδὴ εἶπεν αὐτῷ ὁ θεός· διὰ τοῦτό σοι κεχρημάτικα, ἵνα ἀναφανῇς δίκαιος, ἵνα μὴ ἐντεῦθεν μέγα φρονήσῃ, εὐθὺς αὐτῷ τὴν οἰκείαν ἐνδείκνυται δύναμιν καταστέλλων τὴν ὡς τὰ πολλὰ παρεπομένην τοῖς κατορθοῦσιν ὑπεροψίαν, εἰ δὲ καὶ ὁ μακάριος Ἰὼβ τοῦτο οὐκ ἂν ἔπαθεν. ἀλλ' ἐπειδὴ κοινωφελεῖς εἰσιν οἱ λόγοι, ἡμᾶς ἀεὶ καταστέλλεσθαι προσήκει, κἂν εἰς τὸ ἀκρότατον ὕψος τῆς ἀρετῆς φθάσωμεν, τοῦ θεοῦ τὴν ἄφατον ἐνθυμουμένους μεγαλειότητα. μὴ ἔστι σοι, φησίν, τοιγαροῦν δύναμις ὥστε ἀντιτάξασθαι θεῷ, ἢ δύνῃ βροντῆσαι κατ' αὐτόν; 40, 10 ἀνάλαβε δὲ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. ἃ δὴ κατὰ φύσιν ὑπάρχει τῷ θεῷ. 40, 1112 ἀπόστειλον δὲ ἀγγέλους ἐν ὀργῇ· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον. χρῆσαι δὲ τοῖς ἀγγέλοις, εἰ δύνῃ, εἰς τιμωρίαν τῶν ὑβριστῶν καὶ ὑπερηφάνων. 40, 1213 ἀσεβεῖς δὲ παραχρῆμα κρύψον, σῆψον δὲ ὁμοθυμαδὸν εἰς γῆν ἔξω. ἔργασαι δὲ τοὺς ἀσεβεῖς ἀφανεῖς καὶ εἰς τὰ κατώτατα τῆς γῆς καὶ εἰς τὸ ἐξώτερον ἔκπεμψον σκότος σήπεσθαιἀντὶ τοῦ τιμωρεῖσθαιαὐτοὺς παρασκευάζων· τὸ δὲ παραχρῆμα ἀντὶ τοῦ· ἀκωλύτως, ὅτε ἂν βουληθῇς. 360 40, 13 τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. {κρύψον δὲ εἰς γῆν ὁμοθυμαδὸν μετὰ τῶν ἀσεβῶν.} πρόσωπα νόει μοι καὶ τὰ τῶν δαιμόνων, δι' ὧν πάλαι τοὺς ἀνθρώπους ἠπάτων. 40, 14 ὁμολογήσω ἄρα, ὅτι δύναται ἡ δεξιά σου. ἐὰν ταῦτα δυνατὸς ἦς ἀπεργάσασθαι, ἕξεις με συνομολογοῦντα τῇ σῇ δυνάμει. 40, 15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίει. ἐντεῦθεν τὸν περὶ τῶν νοητῶν θηρίων εἰσάγει λόγον καὶ αὐτοῦ τοῦ Σατανᾶ ἰδοὺ δή, οὖν φησιν, θηρία εἰσὶ παρὰ σοὶ ἄγρια καὶ ἀνήμερα, ἅτινα τῇ ἐμῇ ἰσχύι κρατοῦνται καὶ χαλινοῦνται ὡς οἱ βοῦς οἱ τὸν χόρτον ἐσθίοντες. εἰ μὴ γὰρ θεὸς ἐχαλίνου αὐτῶν τὴν ἀγριότητα, ἄρα