ἡγοῦμαι, μικρὰ τῶν αὐτῷ μνημονευθέντων περὶ τῶν μοναχῶν τούτοις συνάψαι· φησὶ γὰρ κατὰ λέξιν τάδε· Ἀναγκαῖον καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾷν, καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γάρ ἐστιν ὑπ' αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς. Ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι «τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα.» Ὁ δὲ αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας· «Οὐδενὶ γὰρ οὕτως,» ἐρωτηθεὶς ἔφησεν, «ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη.» Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέν τις τῶν τότε σοφῶν, καὶ, «Πῶς διακαρτερεῖς,» εἶπεν, «ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος;» «Τὸ ἐμὸν βιβλίον,» ἔφη ὁ Ἀντώνιος, «ὦ φιλόσοφε, ἡ φύσις τῶν γεγονότων ἐστι· καὶ πάρεστιν, ὅτε βούλομαι, τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ.» Ἠρώτησέ με τὸ «σκεῦος τῆς ἐκλογῆς,» ὁ Αἰγύπτιος γέρων Μακάριος, «Τί δή ποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν;» Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος, καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, «∆ιότι,» φησὶν ἐκεῖνος, «τὸ μὲν πρότερον πάθος παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ.» Παρέβαλλον κατ' αὐτὴν τὴν σταθηρὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ, καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ᾔτουν ὕδωρ πιεῖν. Ὁ δέ φησιν, «Ἀρκέσθητι τῇ σκιᾷ· πολλοὶ γὰρ ὁδοιποροῦντες νῦν, ἢ καὶ πλέοντες, καὶ ταύτης ἐστέρηνται.» Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος, «Θάρσει,» φησὶν, «ὦ τέκνον· ἐν ὅλοις εἴκοσιν ἔτεσιν, οὔτε ἄρτου οὔτε ὕδατος οὔτε ὕπνου κόρον εἴληφα. Τὸν μὲν γὰρ ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ· τοῖς τοίχοις δὲ ἐμαυτὸν παρανακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον.» Ἐμηνύθη τινι τῶν μοναχῶν θάνατος τοῦ πατρός· ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, «Παῦσαι,» φησὶ, «βλασφημῶν· ὁ γὰρ ἐμὸς Πατὴρ ἀθάνατός ἐστιν.» Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον· καὶ τοῦτο πωλήσας, ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· «Αὐτὸν γὰρ,» φησὶ, «τὸν λόγον πεπώληκα τὸν λέγοντα, Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς.» Ἔστι δέ τις περὶ τὴν Ἀλεξάνδρειαν νῆσος κατ' αὐτὸ τὸ βόρειον πέραν τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας· προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς Παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος, ὅστις ἀπεφῄνατο «πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δι' αἰτίας πέντε, διὰ Θεὸν, διὰ φύσιν, διὰ ἔθος, δι' ἀνάγκην, διὰ ἔργον χειρῶν.» Ὁ δὲ αὐτὸς ἔλεγε πάλιν «μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετὴν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς· καὶ γὰρ καὶ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μὲν, φησὶν, ἐστὶ, ταῖς δὲ δι' ὧν εἰσβάλλει θυρίσι σχηματίζεσθαι πέφυκεν.» Ἄλλος δέ τις τῶν μοναχῶν, «∆ιὰ τοῦτο περιαιρῶ τὰς ἡδονὰς,» εἶπεν, «ἵνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις· οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν, καὶ ἐκταράσσοντά μου τὸν νοῦν, καὶ τὴν γνῶσιν ἀποδιώκοντα.» Ἔλεγε δέ τις τῶν γερόντων, ὅτι «ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται.» Ὁ δὲ αὐτὸς, «Οὐκ οἶδα,» φησὶν, «εἰς ταὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς.» Ταῦτα μὲν ὁ Εὐάγριος ἐν τῷ ἐπιγραφομένῳ αὐτοῦ «Πρακτικῷ» κατὰ λέξιν ἀπεμνημόνευσεν· ἐν δὲ τῷ «Γνωστικῷ» αὐτοῦ τοιαῦτά φησι· Τέσσαρας ἀρετὰς, καὶ τὰς θεωρίας αὐτῶν, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι· φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην. Καὶ «φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι, τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτους γὰρ ὑπὸ τῆς σοφίας δηλοῦσθαι παραδέδωκεν· ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα· τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα, καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι· δικαιοσύνης δὲ πάλιν, τὸ κατ' ἀξίαν ἑκάστου λόγον ἀποδιδόναι, τὰ μὲν