113
τους γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι, ἡδοναὶ καὶ λύπαι, θυμὸς καὶ φθόνος παρέπεται. Πρὸς ταῦτα, καὶ τὰ ἐκ τούτων φυόμενα, ὁ λογισμὸς ἀγωνίζεται· καὶ νενικηκὼς μὲν ἀνακη ρύττεται, καὶ τοῖς νικηφόροις ταινιοῦται στεφάνοις· ἡττηθεὶς δὲ, καὶ αἰσχύνην ὀφλισκάνει, καὶ δίκας εἰσ πράττεται. Ἀντὶ μέντοι τοῦ ἐκίσσησεν, ὁ Σύμ μαχος ἐκύησεν τέθεικεν. ηʹ. "Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας." Οὕτω δέ φησι, Κρίνεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στε φανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλή θειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα. "Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι." Ἐγὼ μέντοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον με τοῖς βασιλικοῖς ἐνίδρυ σας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δὲ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν, καὶ τῶν ἁμαρτημάτων τὴν φιλότιμον ἄφεσιν, τὰ μεγα λοπρεπῆ καὶ θεῖα τοῦ ἁγίου βαπτίσματος δῶρα Ταῦτα πάντα παρὰ τοῦ παναγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζων τοῖς ἄλλοις βοῶ· θʹ. "Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυ νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι." Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύτην ἐργάσασθαι τὴν κάθαρσιν δύναται· ταύτην δὲ τὴν κάθαρσιν καὶ διὰ Ἡσαΐου τοῦ προφήτου δώσειν ὑπέσχετο τῶν ὅλων ὁ Κύριος. Εἰρηκὼς γάρ· "Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν·" μετ' ὀλίγα ἔφη· "Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ." Ταῦτα καὶ αὐτὸς ὁ μέγας ∆αβὶδ ἐν τῷ ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ προαγορεύει. "Ἐν τῷ γὰρ, φησὶ, διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς, χιονωθήσονται ἐν Σελ μών." Τοῦτο τοίνυν κἀνταῦθά φησιν, ὅτι Τῆς 80.1248 δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος· ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαί με δύναται μόνη, καὶ τῆς χιόνος μοι τὴν λευκότητα δοῦναι. Ὅτι δὲ τὸ ὕσσωπον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Τὸν γὰρ ἀνδροφόνον, καὶ τὸν ἀλλοτριόγαμον λῃστὴν, οὐ περιῤ ῥαντηρίοις ὁ νόμος ἐκάθαιρεν, ἀλλὰ τιμωρίαις ἐσχά ταις ὑπέβαλλεν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τὸ αἷμα τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥάναντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον. Τύπος δὲ ἦν ἐκεῖνα τῶν σωτηρίων παθημάτων· αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. ιʹ. "Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα." Ταύτης μοι, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμπλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια· καὶ τὰ νῦν τῇ κακουχίᾳ τεταπεινωμένα ὀστᾶ, ἀνθήσῃ πάλιν, καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. ιαʹ. "Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλει ψον." Μὴ ἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον. ιβʹ. "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου." Ἐπειδὴ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ νεούργησον. Ταῦτα καὶ δι' Ἰεζε κιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὁ ∆εσπότης ὑπέσχετο. "∆ώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν, καὶ πνεῦμα καινόν." Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ καὶ δι δάξας ὑμᾶς, οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε ∆αβὶδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λογικὸν ῥωσθῆναι, ὥστε τὴν θείαν τρέχειν ὁδόν. ιγʹ. "Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ