113
ᾧ καὶ λυποῦμαι, ἀποσκοπῶν τὸ τέλος. προεπήρθη ὁ Μιλήτου· μεριμνῶ κἀν τούτῳ. οἱ ἑπτὰ ποῦ καὶ πῶς εἰσιν καὶ διεγένοντο καὶ λίαν κάμνω. ἀλλὰ ἀγαθὸς ὁ θεὸς τὰ σκῶλα εὐθετῆσαι· ἐπεὶ καὶ διὰ τοὺς Ἀγρινίτας στένω, ποῖον ὁ πονηρὸς ἔκαμεν. οἶδεν δὲ ὁ Κύριος καὶ τὰς τῶν κακῶν αἰτίας ἀγαθοποιοὺς δυνάμεις ἀποφαίνειν. λύπη ἐν τούτοις, χαρὰ ἐν τοῖς ὁμολογηταῖς, εἴπερ εἰσὶν οὓς ἐδήλωσας· καὶ ἐκπληρώσειεν ὁ Κύριος τὸν δρόμον αὐτῶν. εὖγε καὶ τῷ Μηδικιώτῃ, καλῶς ἀποκριθέντι, ὃν καὶ ἄσπασαι περὶ ἐμοῦ. περὶ τῆς βουλῆς γέγραπται, πολλαὶ συμβουλίαι παρὰ τοῦ πέλας, ἑκάστῳ δὲ οὐδὲν τῆς οἰκείας βουλῆς ἁρμοδιώτερον. τοῦτο δὴ καὶ κρατήσωμεν, μὴ λαμβάνοντές τι παρὰ τῶν ὑπογραψάντων, ἂν ἄρα καὶ πέμψωσι. τελείως δὲ ἐμάθομεν ὅτι ὑπέγραψαν. τοὺς δὲ φόβους, τέκνον, χαίρειν ἔα, ἀποσκοπῶν μόνον εἰς τὸ τῷ θεῷ φίλον· ὁ γὰρ μὴ τοῦτο ζητῶν οὐδὲ τὰ ἐνταῦθα ἕξει. Τοὺς ἀδελφοὺς ἄσπασαι· οἱ μεθ' ἡμῶν προσαγορεύουσιν. 137 {1Τῷ αὐτῷ}1 Τὴν πρώτην περιοχὴν τῆς ἐπιστολῆς σου, τέκνον, μετὰ μειδιασμοῦ ἀνέγνων, ἐλθὼν δὲ εἰς τὴν ἔξωθεν συνεστάλην, ἀφιδὼν τὸ μέγεθος τοῦ κακοῦ. πλὴν εὐλογητὸς ὁ θεός, ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν. ἑτοιμασθῶμεν ὡς Χριστοῦ στρατιῶται, κἂν ἁμαρτωλοί ἐσμεν. γλυκεῖς οἱ ἧλοι τοῦ δεσπότου, εἰ καὶ λίαν ὀδυνηροί. ἐπεὶ πάντως δεῖ ἡμᾶς τὸν κοινὸν θάνατον ἀποθανεῖν, ἀποθάνωμεν τὸν προαιρετικὸν ὑπὲρ Χριστοῦ, ἵνα μὴ φεύγοντες τὸ παθεῖν δι' αὐτὸν πρὸς ὥραν τὰ ἀνθρώπινα κολασθῶμεν αἰωνίως τὰ ἀθάνατα. βλέπε δὲ ὅτι καὶ ὁ ξενοδόχος τοῦ Λουπαδίου οὕτω προείρηκεν ἀπὸ χρόνου, καθὼς καὶ δεδήλωκά σοι διὰ στόματος, καὶ λοιπὸν ἀληθές ἐστιν ὃ ἤκουσας. Ἐπείχθητι, τέκνον μου, στηρίζειν ἑαυτὸν καὶ τοὺς ἀδελφούς. ὁ Κύριός σε διαφυλάξειεν. εὔχου περὶ ἐμοῦ τοῦ ἀσθενοῦς. 138 {1Ἰωάννῃ μοναχῷ Ἀνατολικῷ}1 Ἐπειδὴ καὶ αὖθις ἐπέστειλας, ὦ φίλτατε παίδων καὶ ἀδελφῶν, καὶ πάλιν κἀγὼ κινῶ σοι γραφίδα ὁμοῦ μὲν προσαγορευτικήν, ὁμοῦ δὲ καὶ ὑπομνηστικήν, ὅτι καλὸν ἀεὶ καὶ θεῷ φίλον αἰτιάζειν ἑαυτὸν ἕκαστον ἐφ' ἅπασιν, ἀλλ' οὐ τὸν πέλας· ἐξ οὗ καὶ τὸ ὂν μειοῦσθαι πέφυκε καὶ τὸ μὴ ὂν οὐ προσγίνεσθαι. καὶ γοῦν περὶ τοῦδε ἅλις· δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται, καὶ τῷ ἔμφρονι ἐκ βραχέων σπερμάτων πολλὴ ἡ τοῦ νοητοῦ σίτου συγκομιδή. Τί δὲ τὸ ἑξῆς; εὐχαριστία μοι τῷ ἁμαρτωλῷ καὶ αἴνεσις ὑπὲρ τῆς τοῦ ἐμοῦ ἀγαπητοῦ τέκνου Μελετίου προσλήψεως· οὐ μόνον γάρ σου εἰσακούω τῆς δεήσεως, ἀλλὰ γὰρ καὶ χάριν σοι ὁμολογῶ, ὦ ποθητέ, μεγίστην τῆς προσενέξεως ἐξ ἐμμελοῦς σου εὐθυλογίας μετηνηνεγμένην ἐξ ἀκυβερνήτου ζήλου εἰς ὅρμον εὐταξίας καὶ ἀληθείας. καὶ ὢ τῆς προνοίας, μὴ ἐώσης παντάπασι ἀποπεπλανῆσθαι τοὺς τὴν οἰκείαν σωτηρίαν τεταπεινωμένως ἐκζητοῦντας. προσείλημμαι οὖν αὐτὸν διὰ φωνῆς σου καὶ σεσωμάτωκα τοῖς οἰκείοις μέλεσι, καί γε χαίρω ἐπ' αὐτῷ μᾶλλον ἢ ἐφ' οἷς ἤμην ἐξ ἀρχῆς συνηρτημένος· ἐὰν δέ μοι καὶ ἐπιστείλῃ, ὃ δεῖ καὶ γενέσθαι, καὶ ἀντιδέξεται τὰ εἰκότα. ὃν προσαγορεῦσαι παρακαλῶ σε, προσευχόμενον ὑπὲρ σωτηρίας μου ἀνεπιλήστως. 139 {1Νικήτᾳ μανδάτορι}1 ∆ιαγνοὺς τὴν μετὰ τῶν ἀδελφῶν μέχρι τοῦ Βυζαντίου διάσωσιν τοῦ ἠγαπημένου μου δεσπότου, ὅπως τε ἀπεσυνόψισε καὶ ἀπεσυνοψίσθη τῷ βασιλεῖ καὶ ὡς πάντα ἀκινδύνως αὐτῷ παρηκολούθησεν εὐδοκίᾳ θεοῦ, τὸν θεόν μου ἐδόξασα, τὸν ἔξω ἐνέδρων σε καὶ πείρας καϊαφαϊκῆς διατηρήσαντα μεσιτείᾳ τοῦ καλοῦ ἀνδρὸς καὶ δρομαρχοῦντος. γίνωσκε δέ, δέσποτα, ὅτι κέντρον ἀγάπης οὐ τὸ τυχὸν ἡμῖν ἐνέθηκες ἐν τῇ ταπεινῇ ψυχῇ· πολλοὺς γὰρ κατὰ πολλὰς προφάσεις παραλαβὼν ἐν οὐδενὶ οὕτω ἠγάσθην καὶ ἐτέρφθην ἄρχοντι βασιλικῷ, ὡς ἐπὶ σοί, κατά τε σύνεσίν φημι, φρόνησίν τε καὶ μειλιχιότητα, εὐθύτητα καὶ περιδεξιότητα καὶ εἴ τι ἄλλο τῶν εἰς ἀρετὴν φερόντων. τὴν δὲ εὐσέβειάν σου ποῦ θήσω, τὸ φιλόλογόν τε καὶ φιλομαθές, τό τε εὐσημείωτον καὶ εὐνούστατον; ἀλλὰ ποῦ παρήσω τὸ θεοταπείνωτον καὶ εὐσυγκατάβατον; κάμνοι ἂν ἡμῖν ὁ λόγος καὶ ἐπιστολῆς