113
ὄπισθεν τοῦ ἐξερκέτου αὐτῶν, καὶ ἐγένετο ἐκ τοῦ ἀνέμου κονιορτὸς μέγας, καὶ ἐπῆγεν ἐπάνω τῶν βαρβάρων. οἱ δὲ νομίσαντες, ὅτι πλῆθος πολύ εἰσιν, ἔφυγον καὶ ἦλθον εἰς τὰ μέρη τοῦ ἁγίου Στρατονίκου εἰς τὸ ∆έκατον. μαθόντες δὲ ἐκ τῶν κατασκόπων, ὅτι παραφυλακὴ πολλή ἐστιν εἰς τὰ τείχη Κωνσταντι234 νουπόλεως, ἦλθον εἰς τὰ μέρη Τζουρουλοῦ καὶ Ἀρκαδιουπόλεως καὶ 234 τοῦ ἁγίου Ἀλεξάνδρου Ζουπαρῶν καὶ ἔμειναν ἐκεῖ παρακαθήμενοι ἕως τὸ ἅγιον πάσχα. μετὰ δὲ τὴν ἑορτὴν τοῦ πάσχα ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες τῆς πόλεως σὺν αὐτῷ ἐν Σηλυμβρίᾳ ἐπὶ τὸ κτίσαι τὸ τεῖχος τὸ μακρόν, ὅθεν οἱ βάρβαροι εἰσῆλθον. καὶ ἔμεινεν ὁ βασιλεὺς ἐκεῖ ἕως τοῦ Αὐγούστου μηνός· ὁμοίως καὶ οἱ βάρβαροι ἔξω τῆς πόλεως περιεπόλευον ἕως τοῦ Αὐγούστου. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς γενέσθαι πλοῖα διάπρυμνα, ὥστε ἀπελθεῖν εἰς τὸν ∆ανοῦβιν καὶ ἀπαντῆσαι τοῖς βαρβάροις περνοῦσι καὶ πολεμῆσαι αὐτούς. τοῦτο γνόντες οἱ βάρβαροι παρεκάλεσαν διὰ πρεσβευτοῦ ἀκινδύνως ἐᾶσαι αὐτοὺς περᾶσαι τὸν ∆ανοῦβιν. καὶ ἔπεμψεν Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ διέσωσεν αὐτούς. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. λγʹ. λεʹ. δʹ. ηʹ. ιεʹ. ιαʹ. αʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν γέφυραν τοῦ Σαγάρεως ποταμοῦ. καὶ ἀποστρέψας τὸν αὐτὸν ποταμὸν ἐν ἄλλῃ κοίτῃ εἴλησε καμάρας φοβερὰς πέντε καὶ ἐποίησεν αὐτὸν διοδεύεσθαι, ξυλίνης πρότερον οὔσης τῆς γεφύρας. λδʹ. λϛʹ. εʹ. θʹ. ιϛʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ θʹ, ἡμέρᾳ εʹ, ἰνδικτιῶνος θʹ, ἐφημίσθη ἐν Κωνσταντινουπόλει, ὅτι ἐτελεύτησεν ὁ βασιλεύς· ἦν γὰρ ἐλθὼν ἀπὸ τῆς Θρᾴκης καὶ οὐδένα ἐθεώρει. καὶ λοιπὸν οἱ δῆμοι ἥρπασαν τοὺς ἄρτους αἰφνίδιον ἐκ τῶν ἀρτοπωλίων καὶ μαγκιπίων, καὶ περὶ ὥραν τρίτην οὐχ εὑρίσκετο ἄρτος ἐν πάσῃ τῇ πόλει· καὶ βροχὴ μεγάλη τῇ αὐτῇ ἡμέρᾳ. ἐκλείσθησαν δὲ καὶ τὰ ἐργαστήρια, καὶ ἐθρυλήθη τὸ παλάτιον, ὅτι οὐδεὶς ἐκ τῆς συγκλήτου ἐθεώρει τὸν βασιλέα διὰ τὸ κεφαλαλγεῖσθαι αὐτόν. ἐκ τούτου ἐπίστευον, ὅτι ἀπέθανεν. περὶ ὥραν δὲ ἐννάτην συμβούλιον ἐποίησεν ἡ σύγκλητος, καὶ ἀπέστειλαν τὸν ἔπαρχον καὶ ἐποίησαν φῶτα ἅψαι εἰς πᾶσαν τὴν πόλιν, ὅτι ὑγίανεν ὁ βασιλεύς. καὶ τούτῳ τῷ τρόπῳ κατέστη 235 ἡ πόλις ἐκ τῆς ταραχῆς. μετὰ δὲ τὸ ὑγιᾶναι τὸν βασιλέα Εὐγένιος ὁ ἀπὸ ἐπάρχων διέβαλε Γεώργιον, τὸν κουράτορα τῶν Μαρίνης, καὶ Αἰθέριον, τὸν κουράτορα τῶν Ἀντιόχου, ὡς θελήσαντας ποιῆσαι βασιλέα Θεόδωρον, τὸν υἱὸν Πέτρου τοῦ μαγίστρου, οἷς συνεφώνησε καὶ Γερόντιος, ὁ ἔπαρχος τῆς πόλεως. ζητηθείσης δὲ τῆς ὑποθέσεως καὶ μὴ ἀποδειχθείσης, ἠγανακτήθη Εὐγένιος, καὶ ἐδημεύθη ὁ οἶκος αὐτοῦ. προσφυγὼν δὲ ἐκεῖνος τῇ ἐκκλησίᾳ ἐσώθη. τῷ δὲ ∆εκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας ἐν τῷ λιμένι Ἰουλιανοῦ, καὶ πολλοὶ οἶκοι ἐκάησαν καὶ ἐκκλησίαι ἀπὸ ἀρχῆς τοῦ λιμένος ἕως τῶν Πρόβου. γέγονε δὲ καὶ θανατικὸν μέγα ἐν Κιλικίᾳ καὶ Ἀναζαρβῷ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ σεισμοί. καὶ συνέβαλον κατ' ἀλλήλων οἱ ὀρθόδοξοι καὶ οἱ Σευηριανοί, καὶ πολλοὶ φόνοι γεγόνασιν. καὶ ἀποστείλας ὁ βασιλεὺς Ζήμαρχον, τὸν κόμητα τῆς ἀνατολῆς, ἐκώλυσε τοὺς ἀτάκτους καὶ πολλοὺς ἐξώρισε καὶ ἐδήμευσε καὶ ἠκρωτηρίασεν. Κόσμου ἔτη ϛνδʹ. Τῆς θείας σαρκώσεως ἔτη φνδʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λζʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιβʹ, ἡμέρᾳ δʹ, ἰνδικτιῶνος ιʹ, ἑσπέρας βαθείας, γέγονεν ἐμπυρισμὸς μέγας ἐν τοῖς Καισαρίου ἕως τῆς λεγομένης Ὀμφακερᾶς· καὶ ἐκάησαν ὅλα τὰ ἐργαστήρια καὶ οἱ πυλεῶνες ἕως τοῦ Βοός. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἱππικοῦ ἀγομένου, πρὸ τοῦ ἀνελθεῖν τὸν βασιλέα γέγονε δημοτικὴ ταραχή, καὶ ἐπῆλθον οἱ Πράσινοι τοῖς Βενέτοις· καὶ γνοὺς ὁ βασιλεὺς ἀνῆλθεν ἐν τῷ καθίσματι, καὶ θεασάμενος τὴν μάχην ἐκέλευσε Μαρίνῳ, τῷ κόμητι τῶν