114
Ὀρθρίτερον δὲ πολλῷ τοῦ καθ' ἡμέραν ὁ Πέτρος διυπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς καὶ ἐξυπνίσας ἔφη· Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες ἐν ἀκατασκόπῳ βαπτίσαι αὐτὴν δυνηθῶ- μεν. πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν μεταξὺ πετρῶν τινων γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορεσάντων, ἐβάπτισεν αὐτήν. ἡμεῖς δὲ οἱ ἀδελφοί, τῶν γυναικῶν χάριν ἅμα [ἀδελφῷ] ἄλλοις τισὶν ὑποχωρή- σαντες καὶ λουσάμενοι, ἐλθόντες ἔπειτα τὰς γυναῖκας παρελάβομεν καὶ οὕτως ἐν κρυφαίῳ τόπῳ πορευθέντες εὐχόμεθα. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν, δι' ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς ἄλλαις γυναιξίν. ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθών, τὸν ἄρτον ἐπ' εὐχαριστίᾳ κλάσας καὶ ἐπιθεὶς ἅλας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετ' αὐτὴν ἡμῖν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν καὶ τὸν θεὸν εὐλογή-
Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν καὶ καθεσθεὶς καὶ παρακαθεσθῆναι ἡμᾶς κελεύσας ὑφηγεῖται τὰ πρῶτα πείθων ἡμᾶς τίνι λόγῳ προπέμψας ἡμᾶς ἀπὸ τοῦ βαπτίσματος καὶ αὐτὸς βραδύνας ἐπῆλθεν. τὴν δὲ αἰτίαν ἔλεγεν τοιαύτην. ἅμα τῷ ὑμᾶς (φησίν) ἀποστῆναι, γέρων συνεισῄει ἐργάτης, περιέργως κλέπτων ἑαυτόν, προκατασκοπήσας ἡμᾶς (ὡς αὐτὸς ὕστερον ὡμολόγει) πρὸς τὸ ἰδεῖν τί ἂν πράττοιμεν εἰς τὸν σκεπινὸν τόπον εἰσελθόντες. λάθρα ἐκβὰς ἠκολούθησεν. ἐν εὐκαίρῳ τόπῳ προσελθὼν καὶ προσαγορεύσας ἔφη· Ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν θέλων ᾐδούμην μήπως ὡς περιέργῳ μοι χαλεπαίνῃς, νῦν δὲ τὰ ἐμοὶ δοκοῦντα ἀληθῆ, εἰ βούλει, λέγω. κἀγὼ ἀπεκρινάμην· Λέγε ἡμῖν ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπείπερ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέ- λησας. καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· Θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδών, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφαίῳ εἰσιόντες πράττοιτε, καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα· ἐλεήσας δὲ ὑμᾶς ἀνέμεινα, ὅπως ἐξιοῦ- σιν προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ' οἷς πέπονθα πε- πληροφόρημαι, ἐκ πολλοῦ ἀκριβῶν τὸ μάθημα. μὴ οὖν ἀπατῶ, τέκνον. εἴτε γὰρ εὔχῃ εἴτε μή, τὰ ἐκ τῆς γενέσεως πάσχειν ἀνάγκην ἔχεις· εἰ γὰρ εὐχαί τι ἐδύναντο ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθής, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν περιουσίᾳ, πολλὰ καὶ θεοῖς ἔθυον καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρω- μένην ἐκφυγεῖν οὐκ ἠδυνήθην. κἀγὼ ἔφην· Τίνα ἐστὶν ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· Oὐκ ἀνάγκη λέγειν νῦν, ἴσως ἐπὶ τέλει ἀκούσει τίς τε ὢν ἐγὼ καὶ τίνων ἐν ποίαις βίου περιστάσεσιν γέγονα. νῦν δὲ ὅτι γε-
[OΜIΛIA I∆.]
σαμεν.