1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

114

τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.» Τὴν μὲν οὖν ἐπιστολὴν ἐξαπεστείλαμεν, αὐτοὶ δὲ ἐν ἱκαναῖς ἡμέραις ἐν Ἱεροσολύμοις ἐπεμείναμεν ἅμα συζη τοῦντες πρὸς τὸ κοινωφελὲς εἰς διόρθωσιν. Μετὰ δὲ χρόνον ἱκανὸν ἐπισκεψάμενοι τοὺς ἀδελφοὺς καὶ στηρί ξαντες αὐτοὺς τῷ λόγῳ τῆς εὐσεβείας, καὶ παρεγγυησάμενοι φεύγειν αὐτοὺς τοὺς ἐπ' ὀνόματι Χριστοῦ καὶ Μωϋσέως πολεμοῦντας Χριστῷ καὶ Μωϋσεῖ, καὶ ἐν δορᾷ προβάτου τὸν λύκον κατακρύπτοντας. Oὗτοι γάρ εἰσι ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ ψευδαπόστολοι, πλάνοι καὶ φθορεῖς, ἀλωπέκων μερίδες καὶ χαμαιζήλων ἀμπέλων ἀφανισταί, δι' οὓς ψυγήσεται ἡ τῶν πολλῶν ἀγάπη· ὁ δὲ ὑπομείνας εἰς τέλος ἀδιαστρόφως, οὗτος σωθήσεται· περὶ ὧν ἀσφα λιζόμενος ἡμᾶς ὁ Κύριος παρήγγειλεν λέγων· «Ἐλεύσονται πρὸς ὑμᾶς ἄνθρωποι ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς, προσέχετε ἀπ' αὐτῶν· ἀναστήσονται γὰρ ψευδόχρι στοι καὶ ψευδοπροφῆται καὶ πλανήσουσι πολλούς.» ∆ι' οὓς καὶ ἡμεῖς νῦν ἐπὶ τὸ αὐτὸ γενόμενοι Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ματθίας ὁ ἀντὶ Ἰούδα καταψηφισθεὶς σὺν ἡμῖν, Ἰάκωβός τε ὁ τοῦ Κυρίου ἀδελφὸς καὶ Ἱεροσολύμων ἐπίσκοπος, καὶ Παῦλος ὁ τῶν ἐθνῶν διδάσκαλος, τὸ σκεῦος τῆς ἐκλογῆς· ἅμα πάντες ἐπὶ τὸ αὐτὸ γενόμενοι, ἐγράψαμεν ὑμῖν τὴν καθολικὴν ταύτην διδασκαλίαν εἰς ἐπιστηρισμὸν ὑμῶν τῶν τὴν καθόλου ἐπισκοπὴν πεπιστευμένων, ἐν ᾗ δηλοῦμεν ὑμῖν· Θεὸν παντοκράτορα ἕνα μόνον ὑπάρχειν, παρ' ὃν ἄλλος οὐκ ἔστιν, καὶ αὐτὸν σέβειν μόνον καὶ προσκυνεῖν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν τῷ παναγίῳ Πνεύματι, καὶ ταῖς ἱεραῖς γραφαῖς χρῆσθαι, Νόμῳ καὶ Προφήταις, γονεῖς τιμᾶν, ἅπασαν ἔκθεσμον πρᾶξιν φεύγειν, ἀνάστασιν πιστεύειν καὶ κρίσιν καὶ ἀνταπόδοσιν προσδοκᾶν· Καὶ τοῖς κτίσμα σιν αὐτοῦ πᾶσιν εὐχαρίστως προσέρχεσθαι ὡς Θεοῦ ἔργοις καὶ μηδὲν ἐν αὐτοῖς ἔχουσι φαῦλον, καὶ γαμεῖν νομίμως, ἄμεμπτος γὰρ ὁ τοιοῦτος γάμος, ὅτι καὶ παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί, καὶ ὁ Κύριος λέγει· «Ὁ ποιήσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ