Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
κατενόησα τὰ ἔργα, καὶ ἐξέστην."6 Ῥάβδος δὴ οὖν ὠνόμασται διά- τοι τὰς ἀρτίως ἡμῖν εἰρημένας αἰτίας. Ἄνθος δὲ πάλιν· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πρὸς ἀφθαρσίαν, καὶ εἰς ζωὴν, καὶ εἰς καινότητα πολι- τείας εὐαγγελικῆς· ἄνθος δὲ καὶ ἑτέρως, διὰ τὴν 70.313 νοητὴν εὐοσμίαν. "6Ἐγὼ γὰρ,"6 φησὶν, "6ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων."6 Γέγονε δὲ καὶ ἡμῖν ὀσμή τις ὥσπερ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησι· "6Τῷ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φα- νεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐω- δία ἐσμὲν, τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν."6 Ταύτῃ τῇ ῥάβδῳ φη- σὶν, ἤτοι τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τεχθησο- μένῳ, κατὰ καιροὺς ἐπαναπαύσεσθαι Πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας. Πνεῦμα γὰρ αὐτὸ βουλῆς καὶ συνέσεως ὀνομάζει, γνώσεώς τε καὶ σοφίας, εὐ- σεβείας καὶ φόβου Θεοῦ. Φαμὲν δὲ, ὅτι τῆς προφητι- κῆς εὐτεχνίας τὸ κήρυγμα οὐκ ἄνθρωπον ἡμῖν ψιλὸν εἰσκομίζει τὸν Ἰησοῦν, εἶτα γεγονότα πνευματο- φόρον, καὶ ὡς ἐν τάξει τῇ καθ' ἡμᾶς χαρισμάτων τῶν παρὰ Θεοῦ γεγονότα μέτοχον, ἐνανθρωπήσαντα δὲ μᾶλλον τὸν τοῦ Θεοῦ Λόγον καταδηλοῖ, πλήρη μὲν ὄντα παντὸς ἀγαθοῦ, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν, οἰκειουμένου δὲ μετὰ τῆς ἀνθρωπότητος καὶ τὰ αὐ- τῆς. Ἴδιον γὰρ ἀνθρωπότητος, τὸ οἴκοθεν μὲν ἔχειν, καὶ ὡς ἐξ ἰδίας φύσεως τῶν ἄνωθεν χαρισμάτων οὐδέν· "6Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;"6 εἴρηται πρὸς αὐτὴν, καταπλουτεῖν δὲ μᾶλλον ἔξωθέν τε καὶ ἐπ- ακτῶς, παρὰ Θεοῦ δηλονότι, τὰ ὑπὲρ φύσιν ἰδίαν. Ἔδει τοίνυν καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ ἐκ τῆς κενώσεως μὴ παραιτεῖσθαι σμικροπρεπὲς, καὶ πλήρη κατὰ φύσιν ὄντα δέχεσθαι διὰ τὸ ἀνθρώπινον, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ. Ὥστε κἂν εἰ λέγοιτό ποτε τὸ Πνεῦμα λαβεῖν, καίτοι χορηγὸς ὢν αὐτὸς τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἐκ μέτρου δι- δοὺς, ἀλλ' ὡς ἐξ ἰδίου πληρώματος διανέμων αὐτὸ τοῖς ἀξίοις, τῶν τῆς κενώσεως μέτρων νοείσθω τὸ λαβεῖν, κατευθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν. Πλὴν ἐκεῖνο ἄθρει· "6Ἀναπαύσεται γὰρ ἐπ' αὐτὸν, φησὶ, Πνεῦμα τοῦ Θεοῦ."6 ∆έδοται γὰρ ἐν ἀρχαῖς τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι, τῷ Ἀδὰμ, ἀλλὰ γέ- γονε ῥᾴθυμος περὶ τὴν τήρησιν τῆς δοθείσης αὐτῷ ἐντολῆς, κατημέλησε τῶν προστεταγμένων, κατεβιβά- σθη πρὸς ἁμαρτίαν, οὐχ εὗρεν ἀνάπαυσιν ἐν ἀνθρώποις τὸ πνεῦμα. "6Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθη- σαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός."6 Εἶτα γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τὸ εἶναι Θεὸς οὐ μεθείς. Ἐπειδὴ δὲ καίτοι γεγονὼς καθ' ἡμᾶς, ἀνάλωτος ἦν ἁμαρτίαις, ἐπαν- επαύσατο τῇ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν αὐτῷ καὶ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ἵνα καὶ ἡμῖν ἐπαναπαύηται, καὶ μένῃ λοι- πὸν ταῖς τῶν πιστευόντων διανοίαις ἐμφιλοχωροῦν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἰωάννης τεθεᾶσθαί φησιν ἐξ οὐρανοῦ καταφοιτῆσαν τὸ Πνεῦμα ἐπὶ Χριστόν. Ὥσπερ συγκληρονόμοι γεγόναμεν τῶν συμβεβηκότων τῷ πρωτοπλάστῳ κακῶν, οὕτως ἐσό- μεθα μέτοχοι τῶν ὑπαρχθέντων οἰκονομικῶς τῇ 70.316 δευτέρᾳ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι Χριστῷ. Ὅτι δὲ οὐ μερικὴν αὐτῷ τὴν χάριν εἰργάζετο, καθά- περ ἐν τοῖς ἁγίοις τὸ ἐπαναπαύεσθαι λεγόμενον Πνεῦμα, ἀλλ' ἦν πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν ἰδίῳ ναῷ τῇ ἰδίᾳ σαρκὶ καταλύον, καὶ οὐκ ἀψύχῳ ποθὲν, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ, σαφηνιεῖ λέγων ὁ προφήτης· "6Ἐμπλήσει αὐτὸν πνεῦμα φό- βου Θεοῦ."6 Ἑνὶ δὲ τῷ Πνεύματι πολυειδῆ δέδωκε τὴν ἐνέργειαν. Οὐ γάρ τοι Πνεῦμα μὲν ἄλλο τῆς σοφίας, ἕτερον δὲ τὸ συνέσεως, ἤτοι βουλῆς, καὶ ἰσχύος, καὶ τῶν λοιπῶν, ἀλλ' ὥσπερ εἷς μέν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, ὀνομάζεται δὲ καὶ ἐν- έργεια πολυτρόπως· ζωὴ γάρ ἐστι, καὶ φῶς, καὶ δύναμις· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου συνήσεις Πνεύμα- τος· ἓν γὰρ ὑπάρχων