Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπενηνέχθαι τε δι' ἐκείνων αὐτὸν εἰς τὴν Αἰγυπτίων, προσθέντες εἰρήκαμεν. Ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενὴς, καὶ ἐν τοῖς καθ' ἡμᾶς γεγονώς· κεχρῃματικὼς καὶ ἀδελφὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, θάνατον ὑπέμεινε, καὶ ἀνέτλη σταυρὸν, καταβέβηκέ τε εἰς ᾄδου, οὗ καὶ εἰς τύπον ὁ λάκκος. Πλὴν ἀνεβίω πάλιν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἀπενοσφίζετο. ∆έδοται δὲ ὥσπερ τοῖς τῶν νοητῶν ἀρωμάτων ἐμπόροις, τουτέστι, τοῖς ἁγίοις ἀποστόλοις, οἳ τὸ αὐτοῦ μῦρον εὐωδιάζοντες, εἰς τὴν τῶν ἐθνῶν ἀφίκοντο χώραν, διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς οὐκ εἰδόσιν αὐτὸν ἀποφέροντες, τὴν τοῦ δούλου μορφὴν περικείμενον. Κηρύσσεται γὰρ δι' ἡμᾶς ἐν σαρκὶ γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀπενεχθῆναι τὸν Ἰωσὴφ διὰ τῶν Ἰσμαηλιτῶν εἰς Αἴγυπτον. Τί οὖν ἄρα συνέβη παθεῖν ἐκεῖ γεγονότα, τί δὲ ἔδει πρὸς τοῦτο δράσαι, καταθρῶμεν, εἰ δοκεῖ. Ἔτι μὲν γὰρ νέος ὢν καὶ ἐν ἐφήβοις τελῶν, ἐνίκα τῆς Αἰγυπτίας τὸ ἀσελγὲς, μονονουχὶ καὶ σὺν βίᾳ πολλῇ κατωθούμενος εἴς γε τὸ θελῆσαι δρᾷν ἃ μὴ θέμις. Ἡ μὲν γὰρ ἐξῆπτο τῶν ἱματίων ἀπρίξ τε καὶ ἀναιδῶς, καὶ εἰς ἀνεθέλητον ἁμαρτίαν οὐ μετρίως κατεβιάζετο. Ὁ δὲ καὶ αὐτὸ τὸ ἱμάτιον ἀφεὶς, μαχλώσης ἀγρίας ἀπηλλάττετο, καὶ ἀνάλωτος ἦν τῷ πάθει. Σεσυκοφάντηται δὲ μετὰ τοῦτο, περιτρέποντος εἰς αὐτὸν τοῦ γυναίου τὰ ἐγκλήματα, ἐν αἰτίαις αἰσχρότητος ὁ σώφρων τε καὶ φιλελεύθερος ἦν. Πλὴν ἐκράτει τοῦ δεσμωτηρίου, φησί. Γέγονε δὲ καὶ ἐν τοῖς ἔθνεσιν ὁ Χριστὸς, ὡς ἐν προσώπῳ, φημὶ, τῶν ἁγίων ἀποστόλων, οἳ καὶ τὰ στίγματα αὐτοῦ περιφέρειν ἔφασκον ἐν ἰδίῳ σώματι. Παρῃτοῦντο μὲν γὰρ συσχηματίζεσθαι τοῖς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένοις, ἀπωτάτω δὲ ἦσαν σαρκικῶν ἐπιθυμιῶν. Τοιουτοσὶ γὰρ ἀεὶ ὁ τῶν ἁγίων βίος. Ἀλλ' ἐπεβουλεύοντο διὰ τοῦτο, καὶ δὴ καὶ συκοφαντούμενοι παρὰ τῶν εἰωθότων ἡγεῖσθαι φορτικοὺς τοὺς ἐν Χριστῷ ζῇν ἐθέλοντας, πειρασμοῖς περιπεπτώκασι, δεσμῶται γεγόνασι. Πλὴν ἐμέμνηντο Χριστοῦ λέγοντος· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος· καθάπερ ἀμέλει καὶ τὸν Ἰωσὴφ ἡ μαχλῶσα γυνή. Πλὴν καὶ ἐν αὐτοῖς ἐπλατύνοντο τοῖς πόνοις, τῆς τοῦ Θεοῦ χάριτος ἐξημερούσης αὐτοὺς, οὓς ἦν μάλιστα διαπονήσειν εἰκός. Ἐπεγάννυτο γὰρ, ὡς ἔφην, ὁ δεσμοφύλαξ τῷ Ἰωσήφ. Εἶτα τῶν εὐνούχων τοῦ Φαραὼ, τοῦ τε οἰνοχόου, φημὶ, καὶ προσέτι τοῦ σιτοποιοῦ, δεδεμένων, διεσάφει τὰ ὀνείρατα. Καὶ διὰ τοῦτο, φησὶ, ὁ θεσπέσιος Ἰωσὴφ οὐ μετρίως ἐθαυμάζετο· ἐνυπνιασθέντος δὲ καὶ αὐτοῦ τοῦ Φαραὼ τήν τε ἐσομένην οὐκ εἰς μακρὰν εὐκαρπίαν καὶ τὸν ἐκ τοῦ λιμοῦ πόνον, ὡς ἐν βουσὶ μὲν πρότερον πίοσί τε καὶ ἰσχναῖς, ὡς ἐν ἀστάχυσι δὲ μετὰ τοῦτο τεθεαμένου· 69.324 τῶν τε ἐν Αἰγύπτῳ σοφῶν οὐδὲν ἐχόντων εἰπεῖν, ἀπειρηκότων δὲ παντελῶς πρὸς τὸ δύνασθαι διατρανοῦν τὰ ἐκ τῶν ὁραμάτων ὑποδηλούμενα· μεμαρτύρηται μὲν αὐτὸς ὡς οἷός τε τοῦτο δρᾷν· παρελθὼν δὲ διεσάφει. Καὶ δὴ καὶ θαυμάσας ὁ Φαραὼ, ταμίαν αὐτὸν καὶ ἡγούμενον ἐπὶ τὴν ἑαυτοῦ καθίστησιν ἀρχήν. Ἐδιώκετο μὲρ γὰρ ὁ Χριστὸς, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν προσώπῳ τῶν ἁγίων ἀποστόλων. Ἀλλ' ἐν αὐτοῖς ὄντες τοῖς πόνοις οἱ περὶ ὧν ὁ λόγος, ὡς σοφοὶ λίαν καὶ τὰ πολλοῖς ἀπόῤῥητα διατρανοῦν οἷοί τε, φανεροὶ μὲν ἦσαν ἐν ἀρχαῖς τῶν ἐν κόσμῳ τισὶν, εἶτα καὶ αὐτοῖς τοῖς κρατοῦσι τῆς γῆς, οἳ καὶ πιστεύσαντες ὅτι καὶ αὐτὴν ἔχουσι τῶν ἐσομένων τὴν γνῶσιν, ἐξ ἀποκαλύψεως Θεοῦ ἐν Πνεύματι, οἰκονόμους καὶ ἄρχοντας ἐθνῶν γίνεσθαι συγκεχωρήκασι, διανέμειν τε τοῖς ἐν λιμῷ μαθημάτων, ἃ καὶ εἰς ζωὴν συνέχει τὴν ἀκήρατον, τουτέστι τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζουσαν παίδευσιν. Οὗτοι καὶ κατεκτήσαντο, μᾶλλον δὲ δι' αὐτῶν ὁ Χριστὸς, τῷ Θεῷ καὶ Πατρὶ τὴν τῶν ἐθνῶν χώραν, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ τὴν τῶν Αἰγυπτίων ὁ Ἰωσὴφ, ᾧ καὶ γεγόνασιν υἱοὶ δύο, Μανασσῆς καὶ Ἐφραῒμ, ἐκ μητρὸς Ἀσενὲθ τῆς Πετεφρῆ θυγατρὸς, ὃς ἦν ἱερεύς. Καὶ ἑρμηνεύεται μὲν ὁ Μανασσῆς, λήθη κακῶν τῶν συμβεβηκότων· εἰς αὔξην τε καὶ ἐπίδοσιν τὴν εἴς γε