446) Τὸ δὲ «φύγαδε» καθ' ὁμοιότητά ἐστι τοῦ οἴκαδε, καὶ μεταπέπλασται ἐκ τῆς φυγῆς, ἵνα ᾖ φυγήν φύγα, ὡς ἰωκήν ἰῶκα. Τὸ δὲ «ὑποστρέψαι» ὅτι ταὐτόν ἐστι τῷ μεταστρεφθῆναι, τὸ Ὁμηρικὸν ὕφος δηλοῖ, ὥσπερ καὶ ὅτι μετάφρενόν ἐστι τὸ μεσσηγὺς ὤμων, ὅ τις πλήξας διὰ στήθεσφι τὸ βέλος ἤλασε. (ῃ. 450) Τὸ δὲ «ὦ Σῶκε, Ἱππάσου υἱέ» καὶ ἑξῆς, ὡς προέκκειται, ἔπαινός ἐστι τοῦ κειμένου, ῥηθεὶς οὐκ ἐξ ὀρθοῦ παρὰ τοῦ ἀνδρείου ῥήτορος Ὀδυσσέως, ἀλλὰ κατά τινα σαρκασμόν. (ῃ. 453) Τὸ δὲ «ὄσσε», περὶ οὗ ἱκανῶς ἐν ἄλλοις δηλοῦται, οὐχ' ὥρισται κατὰ τὸ γένος, ὡς καὶ αὐτὸ προείρηται. φέρεται γὰρ ἐν ῥητορικῷ Λεξικῷ, ὅτι ὄσσος ὁ ὀφθαλμὸς ἀρσενικῶς ἐν τῇ τραγῳδίᾳ, παρ' Ὁμήρῳ δὲ οὐδετέρως. Τὸ δὲ «καθαιρήσουσιν» ἀντὶ τοῦ καθελοῦσι τὰ βλέφαρα καὶ οὕτω μῦσαι ποιήσουσι τοὺς ὀφθαλμοὺς καλύψαντες. Ὅλον δὲ τὸ «οὒ σοὶ πατὴρ καὶ μήτηρ θανόντι ὄσσε καθαιρήσουσι, ἀλλ' οἰωνοὶ ὠμησταὶ ἐρύουσι» καὶ παραφράζει ἅμα καὶ σαφηνίζει τὸ «οἰωνοῖς φίλτεροι ἠὲ γυναιξί», καὶ τὸ «οἰωνοὶ περὶ πλέες ἠὲ γυναῖκες», πλὴν ὅσον ἀντὶ γυναικῶν γονεῖς ἐνταῦθα κεῖνται. (ῃ. 454) Τὸ δὲ «ὠμησταί» ὁ μὲν Τυραννίων ἐβάρυνεν ὡς σύνθετον ἐκ τοῦ ὠμὰ ἐσθίειν, Ἀρίσταρχος δὲ ὀξύνει κανόνι τοιούτῳ. Τὰ εἰς ˉσˉτˉηˉς τῷ ˉη παραληγόμενα, ἔχοντα πρὸ τοῦ ˉτ τὸ σίγμα, ὑπὲρ δύο συλλαβάς, ὀξύνονται, ἑρπηστής, ὀρχηστής, [ὠμηστής.] Ὅτι δὲ ὠμηστὴς ἐκ τοῦ ὠμὰ ἐσθίειν γίνεται, τραπέντος Ἰωνικῶς τοῦ δασέος ˉθ εἰς ψιλὸν τὸ ˉτ, Ὅμηρος μετ' ὀλίγα δηλοῖ θῶας εἰπὼν ὠμοφάγους, ὃ ταὐτόν ἐστι τῷ ὠμηστάς. [Τὸ δὲ «πτερά» ἢ συστολὴν ἔπαθεν ἐκ τοῦ πτῶ, πτήσω, καθὰ καὶ τὸ ἰδιωτικῶς λεγόμενον 3.232 πτενόν, ἢ παρῆκται κατὰ τὸ ἐν Ὀδυσσείᾳ ξερόν, ἵνα ᾖ ὥσπερ ξέω ξερόν, οὕτω καὶ πέτω πετερόν καὶ ἐν συγκοπῇ πτερόν. Ἐξ οὗ δὴ πέτω καὶ ποτήρια ἐκπέταλα λέγεται τὰ καὶ πλατέα καί, ὡς εἰκός, κοῦφα δι' ἐλαφρότητα, ἔτι δὲ καὶ πέτηλα τὰ φύλλα. ἐξ ὧν εἴπερ γίνεται τὰ πτίλα, ἔχοι ἂν πολλὴν ἀπορίαν ἡ διὰ τοῦ ἰῶτα γραφὴ τοῦ πτίλου.] (ῃ. 457) Τὸ δὲ «ἔξω χροὸς εἷλκεν» ἀργίαν δηλοῖ τῇ χρονικῇ παρατάσει. οὐ γὰρ εἰκὸς εὐχερῶς οὕτως ἐξελκυσθῆναι τὸ βέλος ἐληλαμένον διὰ χροὸς καὶ ἀσπίδος. ἄλλως μέντοι ἠδύνατο «εἷλξεν» εἰπεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τῶν ῥηθέντων τὸ μὲν «ἆ δειλέ, ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος» στρατιώτου θυμικοῦ ἐστιν ἀπειλή. Ἀριστέως δὲ λόγος πρὸς ἀντίπαλον τὸ «εὖχος ἐμοὶ δώσεις, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ». (ῃ. 452) Ἰστέον δὲ καὶ ὅτι τὸ «δειλός», ὁ δεδιὼς τὰς ἴλας, ὁ καὶ φύξηλις, ἐξ οὗ καὶ ἡ δειλία καὶ τὸ δειλαίνεσθαι, παρὰ τοῖς μεθ' Ὅμηρον μάλιστα ἐπλεόνασεν. ἀφ' οὗ σύνθετα πρὸς ἄλλοις καὶ ὁ θρασύδειλος καὶ ὁ χερσαῖος κροκόδειλος, ὃς κρόκον δεδιὼς δι' αὐτοῦ ἀποσοβεῖται τῶν σίμβλων, ὥς φασιν οἱ εἰδότες, ἔτι δὲ καὶ ὁ ἔνυδρος κροκόδειλος, τὰς κρόκας δειλιῶν αὐτός, ὅ ἐστι τὰς αἰγιαλίτιδας ἄμμους, αἳ λέγονται καὶ κροκάλαι. χαίρει γὰρ τῇ καθ' ὕδωρ διαίτῃ μάλιστα. εἰ δὲ καὶ ὁ κροκύδειλος προπαροξυτόνως ἢ κροκυδειλός ὀξυτόνως, μικρὸν αὐτός, φασί, ζωΰφιον παρ' Ἱππώνακτι, τοιαύτην τινὰ ἐτυμολογίαν ἔχει, εἰδεῖεν ἂν οἱ παλαιοί. (ῃ. 458-60) Ὅτι τοῦ ἔγχους ἑλκυσθέντος τῷ Ὀδυσσεῖ ἐκ τῶν αὐτοῦ πλευρῶν αἷμα ἠκοντίσθη, ὃ καὶ ἐθάρρυνε κατ' αὐτοῦ τοὺς Τρῶας. Φησὶ γὰρ «αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον αἷμ' Ὀδυσῆος, κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν». Καλῶς οὖν, φασί, Λυκοῦργος ἐνομοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν πολέμῳ φορεῖν, ὡς ἂν εἰ τρωθείη τις, λανθάνῃ διὰ τὸ τῆς τοιαύτης χλαμύδος ὁμόχρουν πρὸς αἵματος ἐρυθρότητα. (ῃ. 458) Ἐν δὲ τῷ «σπασθέντος» λείπει πρόθεσις, ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν τὸ «ἐκ δ' ἄρα χειρὸς σπάσατο», ἤγουν ἐξέσπασε. 3.233 Τὸ δὲ «κῆδεν» ἐνεργητικῶς ῥηθὲν ἀντὶ τοῦ ἔβλαπτε καὶ ἐλύπει κεῖται, ἀφ' οὗ καὶ κῆδος ἡ βλάβη. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις τὴν ἐκ τραύματος ἀνάδοσιν τοῦ αἵματος ἄλλως φράζει, οἷον «αἷμα δ' ἀνεκήκιε», καὶ «αἷμα δ' ἀνηκόντιζε», καὶ «αἷμα θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς». (ῃ. 462-4) Ὅτι τῶν Τρώων, ὡς ἐρρέθη, ἐπελθόντων, ὀπίσω ἀνεχάζετο Ὀδυσσεύς. «τρὶς μὲν ἔπειτ' ἤϋσεν», ὅ ἐστιν