γὰρ μεγάλου φαμέν. ἑτεροκλίτως δηλαδή. ἡμάρτηται δὲ κατ' ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ ἄλφα, ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ ἀρκάς. φυγάς. ἢ βαρυνόμενον, ἐκτείνειν τὸ ἄλφα. ὧν οὐθέτερον ἔχει. (ῃερς. 315.) Τὸ δὲ ἀέξεται θυμὸς, οἱ μὲν, ἐπὶ ὀργῆς ἐνόησαν. ἵνα λέγῃ ὡς ἔμαθον ἤδη θυμοῦσθαι, καὶ μὴ διὰ τέλους ἀόργητος εἶναι. αὐξηθέντος τοῦ δυνάμει εἰς τὸ κατ' ἐνέργειαν. ἕτεροι δὲ, ἐπὶ ψυχῆς τὸν θυμὸν ἐκλαμβάνονται, χρώμενοι συνηγόρῳ τῷ Γαληνῷ, εἰπόντι ἐν τοῖς εἰς Τίμαιον, ὅτι αὐξανομένῳ τῷ σώματι, συναυξάνονται καὶ τῆς λογικῆς ψυχῆς αἱ δυνάμεις. λέγει δὲ καὶ Ἡρόδοτος ὅτι αὐξομένῳ τῷ σώματι, συναυξάνονται καὶ αἱ φρένες. γηράσκοντι δὲ, συγγηράσκουσιν, ὁ δέ γε πάραρος Σαρδανάπαλος παρανοήσας τὸν ἐνταῦθα Ὁμηρικὸν θυμὸν ἤγουν χόλον, ἔφη, εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι καὶ ἑξῆς ὡς παρὰ τῷ δειπνοσοφιστῇ κεῖται. θυμὸν ἀέξειν ἐκεῖνος νοήσας, οὐ τὸ χολοῦσθαι ἐφ' οἷς χρεὼν, ἀλλὰ τὸ τὴν ψυχὴν τελειοῦσθαι εἰς τὸ τὰ σπουδαῖα ἐνεργεῖν, καὶ τὸ πρὸς ἐπιθυμίαν ζῆν. παραφέρει δὲ ὁ αὐτὸς σοφιστὴς καὶ ἑτέρους ὅμοια τῷ Σαρδανα 1.100 πάλῳ ληροῦντας. ἐν τούτοις δὲ διὰ τὴν τοῦ θυμοῦ διπλόην, ἐνθυμητέον καὶ τὸ, ἀνεθυμιᾶτο πάλιν τὸ προϋπάρχον μῖσος, ἤγουν ἀνενεοῦτο. ἴσως μὲν ῥηθὲν ὡς ἀπὸ θυμοῦ τοῦ κατὰ τὴν ὀργήν. μάλιστα δὲ, ληφθὲν ἀντὶ τοῦ, ἐκ δευτέρου εἰς ψυχὴν ἤρχετο. ἐπειδὴ καὶ δευτέρωμά ἐστιν ὅτε, ἡ ἀνˉα πρόθεσις δηλοῖ. Τὸ δὲ ἀκούων πυνθάνομαι, ἀντιστρόφως εἶπεν ἀντὶ τοῦ, πυνθανόμενος ἀκούω. (ῃερς. 316.) Τὸ δὲ πειρήσω, ἔχει καὶ παθητικὴν κίνησιν ἐν ἄλλοις παρὰ τῷ ποιητῇ, ὡς πολλαχοῦ δηλοῦται. Τὸ δὲ ἐπὶ κῆρας ἰήλω, ἀντὶ τοῦ ἐπιβαλῶ. ἐπιπέμψω θάνατον. θυμοῦ δὲ προβολὴ ὁ λόγος οὗτος Τηλεμάχῳ. πλευσεῖται μὲν γὰρ εἰς Πύλον, οὐ πειράσεται δέ τι τοιοῦτον. οἷα διὰ μόνην πλεύσας πατρὸς ἀκουὴν, οὐ μὲν ὥστε βλάψαι ἠὲ Πύλον δ' ἐλθὼν ἢ αὐτοῦ τῷ δ' ἐνὶ δήμῳ. (ῃερς. 317.) Ἔνθα καὶ ὅρα τὸ, τῷ δ' ἐνὶ δήμῳ, πρὸς σαφήνειαν ῥηθὲν τοῦ αὐτοῦ, ὅπερ ἐστὶ χρονικὸν ἐπίῤῥημα παθὸν ἔλλειψιν. ἔστι γὰρ τὸ αὐτοῦ, ἀντὶ τοῦ, ἐπὶ τούτου τοῦ χώρου ἢ τοῦ τόπου ἢ τοῦ δήμου. τούτοις δὲ ταυτόν ἐστι τὸ, τῷ δ' ἐνὶ δήμῳ. ὅμοιον γὰρ, εἰπεῖν ἐπ' αὐτοῦ τοῦ δήμου καὶ ἐν τούτῳ τῷ δήμῳ. (ῃερς. 319.) Ὅτι ἔμπορον ὁ ποιητὴς, τὸν ἀλλοτρίας νηὸς ἐπιβαίνοντα λέγει ὡς αὐτὸς ἑρμηνεύει, εἰπών. εἶμι ἔμπορος. οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων γίνομαι. τοῦτον δὲ οἱ μεθ' Ὅμηρον, ἐπιβάτην φασίν. ὡς ἐμπόρου παρ' αὐτοῖς λεγομένου, τοῦ μεταβολέως καὶ ὡς εἰπεῖν πραγματευτοῦ. καὶ μάλιστα τοῦ διὰ θαλάσσης περῶντος. παρὰ τὸν πόρον. καὶ τοιοῦτος μὲν ὁ παρ' Ὁμήρῳ ἔμπορος καὶ ὁ παρὰ τοῖς μεθ' Ὅμηρον ἐπιβάτης. Ἀττικοὶ δὲ τοὺς ἐν ταῖς τριήρεσι κωπηλάτας ἐπικώπους λέγοντες, ἐπιβάτας καλοῦσι τοὺς μαχητάς. Ἰστέον δὲ ὅτι ἀπορίαν ἔχει πῶς δή ποτε ὁ μὲν ἔμπορας καὶ ὁ μεγαλέμπορος προπαροξύνονται τῆς ὀξείας τοῦ πόρος ἀναστελλουμένης ἐν αὐτοῖς ὥς που φράζει ὁ Τρύφων, ὁ δὲ λογεμπόρος παρὰ τοῖς ὕστρον, κατεβίβασε τὸν τόνον εἰς τὴν παραλήγουσαν. ὅμοιον δὲ εἰς ἀπορίαν, καὶ τὸ ἤπιος ὀξυνθὲν ἐν τῷ Ἀσκληπιός. ἐκ τοῦ ἠπίου γὰρ ἔγνωσται συγκεῖσθαι ὁ ἀσκληπιός. ἀπορηθήσεται δὲ τὰ εἰς τόνον, καὶ τὸ γαῦρος εἰ ἐκ βαρυτόνου, ὀξύνεται μετὰ σύνθεσιν ἐν τῷ ἀγαυρός. ἔτι δὲ καὶ τὸ ἁβρὸς, εἴπερ ἐκ τοῦ ˉα στερητικοῦ καὶ τοῦ βάρος βαρυτόνου, δασυνθὲν Ἀττικῶς καὶ συγκοπὲν, ὠξυτονήθη. ἴσως δὲ καὶ τὸ ἀμυδρὸς, διὰ τὸ μύδρος. οὕτω δὲ καὶ τὸ ἀθρόος, διατὶ μὴ ἐξ ὀξείας καὶ βαρείας ἀθροῦς γέγονε, περισπασθὲν ὡς διπλόος διπλοῦς, ἀλλὰ ἄθρους. καθ' ὅμοιον δὲ λόγον καὶ διατί μὴ ἐκ τοῦ ὄϊς ὄϊος, τὸ συναίρεμα τῆς γενικῆς οἶος γέγονεν ὡς λάαος λᾶος, οἷον, λᾶος ὑπαὶ ῥιπῆς, ἀλλὰ οἰός. ὁμοίως καὶ διατὶ ὁ μωρὸς ὀξύνεται καὶ μὴ ἐκ τοῦ μὴ ὁρᾶν γινόμενος μήορος κατὰ κράσιν συνήθη, προπερισπᾶται ὡς τὸ μήαλλον μᾶλλον, ἀλλὰ ὀξύνεται. καὶ τὸ τετράορον δὲ τέτρωρον, εἵλοντό τινες προπερισπᾶν, διὰ τὴν ἐν τῷ ἁπλῷ τῆς παραληγούσης ὀξεῖαν καὶ τὴν ἐφεξῆς βαρεῖαν. Τούτων οὕτως ἠπορημένων, τὸ μὲν τέτρωρον, ἐκνικᾷ προπαροξύνεσθαι καὶ μετὰ κράσιν, διὰ τὴν ἀναγωγὸν τοῦ τόνου