114
εἰσέβαλεν εἰς τὴν Μυσίαν, καὶ τἄλλα τε ἐκάκωσεν αὐτὴν καὶ ∆ιάμπολιν εἷλεν ἐξ ἐφόδου· καὶ πορθήσας αὐτὴν, ἐπανέζευξεν εἰς τὴν οἰκείαν. ὁ Μιχαὴλ δὲ μετὰ ἑξηκοστὴν ἡμέραν τῆς βασιλέως εἰσβολῆς πάλιν καὶ αὐτὸς εἰσέβαλεν εἰς τὴν Ῥωμαίων. καὶ γενόμενος ἐν Ὀδρυσοῖς, τὸ Βουκέλου προσαγορευόμενον πόλισμα εἷλε προδοσίᾳ, τῶν φυλάκων νυκτὸς καταπροδόντων· καὶ ἐστρατοπέδευσεν ἐν αὐτῷ ἀδικήσας μηδέν. βασιλεὺς δὲ ∆ιδυμοτείχῳ ἐνδιατρίβων, ἐπεὶ ἐπύθετο τὴν εἰσβολὴν, εἰς Ἀδριανούπολιν ἦλθε κατὰ τάχος, κἀκεῖ συνήθροιζε τὴν στρατιὰν ὡς μαχούμενος Μυσοῖς. καὶ ὁ Μιχαὴλ ἐν Βουκέλου ἐστρατοπεδευμένος, παρεσκευάζετο καὶ αὐτὸς, ἐκ τῆς οἰκείας στρατιὰν μεταπεμπόμενος. καὶ ὕστερον ἡμέραις ὀλίγαις τὸ Προβάτου καὶ αὐτὸ πόλισμα ἐγγὺς ὂν περιστρατοπεδευσάμενος ἐπολιόρκει. οὕτω μὲν οὖν ἀλλήλοις ἀντεστρατοπεδεύοντο ἐπὶ τριάκοντα ἡμέραις ἐξαρτυόμενοι τὰ πρὸς τὴν μάχην. ἐπεὶ δὲ ἤδη πάντα ἐπεπόριστο καὶ ἔδει ἐπιέναι, πρεσβείαν πέμψας ὁ βασιλεὺς πρὸς Μιχαὴλ, οἴεσθαι ἔλεγεν ἐπιλελῆσθαι αὐτὸν τῶν τε ὅρκων καὶ τῶν συνθηκῶν, 1.325 οἳ ἐγένοντο αὐτοῖς συγγενομένοις ἐν Τζερνομιάνου, καὶ διὰ τοῦτο τῇ τε Ῥωμαίων πρῶτον ἐσβεβληκέναι καὶ τὸν πόλεμον κεκινηκέναι, αὐτὸν δὲ μεμνῆσθαί τε τῶν συνθηκῶν καὶ ἐμμένειν ταῖς σπονδαῖς. ἀδικούμενον δὲ καὶ προεπιβουλευόμενον ἀμύνεσθαι, καὶ ἄκοντα ἐς τὸν πόλεμον καθίστασθαι, τοῦτο μὲν, ὅτι καὶ ἡ ἑκατέρωθεν στρατιὰ τῆς αὐτῆς εἰσι θρησκείας, οὓς οὐ πρὸς ἀλλήλους, ἀλλὰ μετ' ἀλλήλων ἔδει τοῖς ἀσεβοῦσι περὶ τὸν θεὸν βαρβάροις ἐπιέναι· τοῦτο δ', ὅτι καὶ αὐτὸν ἀδελφῆς ὄντα σύνοικον τῆς ἑαυτοῦ οὐ βούλοιτο πολέμιον, ἀλλὰ φίλον ἔχειν. πλὴν ἐὰν τὸ πόλισμα ἀποδῷ, ὃ λαβὼν ἔχει προδοσίᾳ· ἐὰν δὲ μὴ ἀποδιδῷ, τὸν σταυρὸν, ὃν πρότερον πέπομφε πρὸς αὐτὸν, ἐπὶ τῆς σημαίας ἀναθεὶς, ἐλεύσεται ἐπ' αὐτόν. ὁ Μιχαὴλ δὲ καὶ αὐτὸς ἀντεπρεσβεύετο πρὸς βασιλέα, τὸν ἴσον τρόπον αὐτόν τε εἶναι τοῦ σφετέρου παῖδα πατρὸς καὶ τὴν αὐτοῦ ἀδελφήν. προσήκειν οὖν αὐτὸν τὴν πατρῴαν ἔχοντα πᾶσαν ἀρχὴν, καὶ τὴν ἀδελφὴν κατὰ τὸν τοῦ δικαίου λόγον μέρους τινὸς τῶν πατρῴων κληρονομεῖν. ὁ βασιλεὺς δὲ καὶ πάνυ βούλεσθαι τοῦτο ἔφη, καὶ μὴ μόνον τὸ Βουκέλου πόλισμα, ἀλλὰ καὶ πόλεις ἑτέρας ὡς τοῦ πατρῴου κλήρου καὶ αὐτῷ συμμετέχοντι παρασχεῖν· πλὴν κατὰ τὸν ἄνωθεν ἐπικρατήσαντα Ῥωμαίοις νόμον. οὗτος δέ ἐστι, τὸ τῶν παίδων βασιλέως τὸν μὲν προήκοντα τῷ χρόνῳ βασιλέα τε ἀναγορεύεσθαι καὶ τῶν ἄλλων ἄρχειν, τοὺς δ' ἄλλους ἀδελφοὺς ὑπείκειν τε τῷ πρώτῳ καὶ δουλεύειν ἀκριβῶς. 1.326 εἰ οὖν ἀρεστὸν αὐτῷ κατὰ τὸν ἐπικρατήσαντα τουτονὶ Ῥωμαίων νόμον, δούλῳ καὶ εἶναι καὶ ὀνομάζεσθαι βασιλέως, καὶ αὐτὸς ἕτοιμος εἶναι ὡς ὑπὸ τὴν οἰκείαν ἀρχὴν τελοῦντι καὶ πόλεις καὶ χώρας παρασχεῖν. Μιχαὴλ δὲ ἐπεὶ ἐγγὺς ἐστρατοπεδεύετο καὶ αὐτὸς, δι' ὀλίγου τὰς ἀποκρίσεις ποιούμενος, οὐκ ἔφη προσήκειν καὶ αὐτῷ βασιλεῖ ὄντι, ὑφ' ἕτερον βασιλέα τελεῖν· ἀλλ' εἰ βούλοιτο τὸ Βουκέλου πόλισμα ἀπολαβεῖν, τὴν Σωζόπολιν κατὰ τὸν Εὔξεινον Πόντον πολυάνθρωπον οὖσαν καὶ μεγάλην πόλιν ἀντ' ἐκείνου δοῦναι. βασιλεὺς δὲ τότε μὲν ἀπεκρίνατο οὐδὲν, ἀλλ' ἐκέλευσε τοὺς πρέσβεις εἰς τὸ στρατόπεδον ἀναπαύλης τυχεῖν· εἰς τὴν ὑστεραίαν δὲ ἅμα ἕῳ τὴν στρατιὰν ἐκέλευσεν ὁπλίσασθαι πᾶσαν. καὶ ἦσαν ἐν τοῖς ὅπλοις πάντες, οὐ μόνον αὐτοὶ λαμπρῶς καὶ διαπρεπῶς κεκοσμημένοι, ἀλλὰ καὶ ἵπποι, οἱ μὲν θώραξιν ἐκ βύρσης πεποιημένοις, οἱ δὲ ἁλυσειδωτοῖς. καὶ ἦν ἰδεῖν οὐ μόνον ὅπλων καὶ ἵππων ἕνεκα πολυτελῶς μάλιστα παρεσκευασμένην τὴν Ῥωμαίων στρατιὰν, ἀλλὰ καὶ πλήθει, ἐκ πολλοῦ τοῦ χρόνου οὔπω ἄχρι καὶ τότε τοσαύτην συνελθοῦσαν εἰς ἕν. ἥ τε γὰρ ἐκ τῆς ἑσπέρας πᾶσα παρῆν καὶ Μακεδόνες καὶ Θρᾷκες, καὶ ὅσοι ἐκ τῶν κατὰ τὴν ἕω τοῖς Ῥωμαίοις ὑπηκόων πόλεων ἦσαν· καὶ ἐκ Βυζαντίου δὲ αὐτοῦ οὐ μόνον ἱππεῖς, ἀλλὰ καὶ πεζὸς πολὺς, ὁπλῖταί τε καὶ τοξόται ψιλοί. ἐπεὶ δὲ κατὰ φάλαγγας ὡς ἐς μάχην παρετάξαντο, τοὺς Μυσῶν μεταπεμψάμενος πρέσβεις ὁ βασιλεὺς, «τὴν μὲν στρατιὰν 1.327 ὁρᾶτε τὴν ἐμὴν» ἔφη «ὡς παρεσκεύασται πρὸς μάχην· ἀπελθόντες δὲ