114
αὐτοῦ σαλευομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέθορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακαλπάσας μικρὸν ἀφῆκε πρὸς δρόμον· ἠγωνίων δ' οἱ βλέποντες. ηδη δ' ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδα "ζήτει, τέκνον" εφη, "σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ." ην δὲ ἡ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ ̓Αριστοτέλει, μετασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, ους οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικοὺς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς ̓Αριστοτέλην αὐτοῦ ἐπιστόλιον ουτως εχον "οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων· τίνι γὰρ τῶν αλλων διοίσομεν, εἰ καθ' ους ἐπαιδεύθημεν λόγους ουτοι πάντων εσονται κοινοί;" ὁ δὲ ἀντεπέστειλεν ὡς "ἐκδέδονται καὶ οὐκ ἐκδέδονται," διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον. καὶ τῆς ἰατρικῆς δὲ οὐ τὸ θεωρητικὸν μετῄει μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτήν. ἑξκαιδεκέτης δὲ γεγονώς, καὶ τοῦ φρονήματος καὶ τῆς ἀνδρείας ἀπόπειραν ηδη διδούς, 1.287 ὑπερηγαπᾶτο πρὸς τοῦ πατρός· διὰ δὲ τοὺς παρ' ἡλικίαν ερωτας τοῦ Φιλίππου καὶ τὸ τῆς μητρὸς ζηλότυπον καὶ βαρύθυμον ὁ ̓Αλέξανδρος εσχε πρὸς τὸν πατέρα διαφοράς. Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε τὴν βασιλείαν εικοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμένων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας τῶν Θηβαίων ἀποδόμενος, ̓Αθηναίοις δέ γε σπεισάμενος. οτε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατῄσχυνε βιασάμενος, ειτα περὶ χρημάτων ἀνέκρινεν. ἡ δὲ μόνον αὐτὸν ἀπολαβοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ' ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ωσεν αὐτὸν ἡ γυνὴ κατ' αὐτοῦ καὶ λίθους ανωθεν βαλοῦσα εκτεινεν. ην δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν ὁ ̓Αλέξανδρος ητις ειη. ἡ δὲ ἀτρέστως "Θεαγένους εἰμὶ ἀδελφή" ἀπεκρίνατο, "ος πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς ̔Ελλήνων ἐλευθερίας ἀγωνιζόμενος επεσεν." ἀγάμενος ουν τήν τε μεγαλοφροσύνην τῆς γυναικὸς ὁ ̓Αλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. πρὸς ∆ιογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ανδρα καὶ ει τινος δέοιτο ηρετο. ὁ δὲ τῆς τοῦ ἡλίου ειπεν ἀλέας δεῖσθαι, καὶ μεταστῆναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ ̓Αλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ ∆ιογένους· ὁ δὲ πρὸς 1.288 αὐτοὺς εφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς "εἰ μὴ ̓Αλέξανδρος ημην, ∆ιογένης αν ημην." ̔Ορμήσας δὲ εἰς τὴν ἐν τῇ ̓Ασίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων ἀγρὸν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον αλλην. τοῦ δὲ Περδίκκου "τί δ', ω βασιλεῦ, σεαυτῷ καταλείπεις;" εἰπόντος, "τὰς ἐλπίδας" ἐκεῖνος ἀντέφησε. διαβάντι δὲ τὸν ̔Ελλήσποντον οἱ τοῦ ∆αρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρανίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπίθεσιν, ἐκεῖνος σὺν ιλαις ἱππέων τρισκαίδεκα ἐμβάλλει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλ' οὐ στρατηγικῶς εδοξε τότε ποιήσασθαι τὴν διάβασιν. ουτω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, ην γὰρ ἐκ τῶν οπλων διάδηλος, ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο ἡ πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παραψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ' ουτω συνισταμένης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβεβήκασι· καὶ οἱ τοῦ