114
μερισμός. παρὰ τὸ δάζω· ὡς σκεδάζω σπεδασμός. ∆άσκιοσ. πολύσκιος. παρὰ τὸ ˉδˉα ἐπιτατικὸν μόριον. ∆ασύλλιοσ. ὁ ∆ιόνυσος. παρὰ τὸ δασύνειν τὰς ἀμπέλους. ∆ατηταί. οἱ διανεμηταί. ἐκ τοῦ δασῶ καὶ δατούμεθα, ο σημαίνει τὸ μεριζόμεθα. οιον· -χθόνα ποσὶ δατεῦντο. καί· δατευόμεθα ληΐδ' ̓Αχαιοί. ἀπὸ τοῦ δαίω, τὸ μερίζω, ἀφ' ου τὸ δάζω καὶ δάσω, γίνεται δαστὸς, δαστῶ, καὶ ἐνδείᾳ τοῦ ς δατῶ· ἐκ τοῦ δατῶ δατήσω, δεδάτηκα, δεδάτημαι, δατητὴς, καὶ κλίνεται δατητοῦ. ∆άτισ. κύριον. ος Πέρσης ων ἐπετήδευσεν ἑλληνίζειν· ον λέγουσι φάναι χαίρομαι ἀντὶ τοῦ χαίρω. ∆ατοῖσ. δόλοις. πανουργεύμασι. delta.466 ∆αυίδ. κύριον. ἑρμηνεύεται πεποθημένος, η ἐξουθενημένος, η ἱκανὸς χειρί. ἐφιλεῖτο γὰρ τῷ θεῷ ὁ προφήτης, λέγοντι· ευρον ∆αυὶδ τὸν τοῦ ̓Ισσαὶ, ανδρα κατὰ τὴν καρδίαν μου. ἐξουθενεῖτο δὲ τοῖς περὶ τὸν Σαοὺλ καὶ τοῖς ἀδελφοῖς. ἱκανὸς δὲ ην τῇ χειρὶ, ὡς ἐν πολέμοις εχων τὸ πρακτικὸν καὶ δραστήριον. ∆αυλόσ. παρὰ τὸν δαίσω μέλλοντα, δαιλὸς καὶ τροπῇ τοῦ ι εἰς υ δαυλός. ∆αῦλοσ. ὁ δασύς. παρὰ τὸ δάσος γίνεται δασῶ ῥῆμα, ὡς τεῖχος, τειχῶ· ἀφ' ου Πίνδαρος τετείχηται. καὶ κατὰ παραγωγὴν δασαύνω· ὡς χρῶ χραύω, καὶ ψῶ ψαύω· ειτα κατὰ συγκοπὴν δαύω, ὁ μέλλων δαύσω. καὶ ὡς παύσω γίνεται Παῦλος, ουτως καὶ δαύσω δαῦλος, ὁ δασύς. ∆αφοινόσ. ὁ αγαν φόνιος η πυρὸς κατὰ νῶτα. δαφοινὴν ἀσπίδα. παρὰ τὸ δαίω τὸ καίω. η παρὰ τὸ ˉδˉα καὶ τὸ φόνος. ∆αψιλέστατοσ. πολυτελέστατος, πλουσιώτατος. λέγεται καὶ ἐπὶ ῥευμάτων καὶ ἐπὶ μεγαλοψυχούντων. ∆αγών. ειδωλον ὑπὸ τῶν ἀλλοφύλων θεραπευόμενον, ῳ τὴν κιβωτὸν λαβόντες ἀνέθεσαν. ∆αξισμόσ. .... ∆αμασκόσ. πόλις Συρίας, παρὰ τὸν ̓Αντιλίβανον. ειρηται, οτι ∆αμᾶς, στρατεύων μετὰ ∆ιονύσου, ἐκεῖσε σκηνὴν πηξάμενος, ἱδρύσατο Συρίας θεοῦ ξόανον. ἡ ∆αμᾶ σκηνὴ, ∆αμασκός. η οτι εις τῶν γιγάντων, ̓Ασκὸς ονομα, αμα Λυκούργῳ δήσας τὸν ∆ιόνυσον, εῤῥιψε τῷ ποdelta.467 ταμῷ. ἐφονεύθη δὲ ὑπὸ ̔Ερμοῦ ουτος, καὶ ̓Ασκὸς ἐδάρη, καὶ ἐκεῖ ἐτάφη. καὶ ἐκ τούτου ἡ πόλις ∆αμασκὸς ἐκλήθη. καὶ τὰ οἰνοδόχα δὲ δέρματα ἀσκοὺς καλοῦσι. λέγεται καὶ ἡ ∆αμασκός. *∆αμασκὸς ̓Ελιέζερ. ἀντὶ τοῦ ∆αμασκηνός.* ∆άρησ. κύριον. παρὰ τὸ δέρω τὸ ἐκδέρω. ἱερεὺς γὰρ ην. ∆αφνών. παρὰ τὸ δάφνη. τὸ δὲ δάφνη παρὰ τὸ δαίω τὸ καίω. ἡ φωνοῦσα ἐν τῷ καίεσθαι. (Θηλυκόν.) ∆αΐσ. ἡ μάχη. παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀποβολῇ τοῦ ˉω δαὶς, καὶ κατὰ διάλυσιν δαΐς. ἐν δαῒ λυγρῇ. η παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ διάλυσιν δαΐω, πλεονασμῷ τοῦ ζ δαΐζω, ὁ μέλλων δαΐσω, ἀποβολῇ τοῦ ˉω δαΐς. ∆αΐαν ὁδόν. ἀγωνιστικήν· εμπειρον. ἀπὸ τοῦ δαῆναι, ο ἐστι μαθεῖν. ∆ᾷδα. λαμπάδα. ∆ακρυόεσσα. ἀπὸ τοῦ δάκρυον. ∆άβα. πόλις. ∆αίσ. ἡ εὐωχία. ∆αιτίσ. τόπος ἐν ̓Εφέσῳ. ειρηται ἀπὸ τοῦ Λυδὸν τὸν κάπηλον αὐτόθι κατοικήσαντα παρέχειν τὰ πρὸς δαῖτα τοῖς ἐπιξενουμένοις. ην δὲ τὸ κύριον αὐτοῦ ονομα Εφεσος, ἀφ' ου καὶ ἡ πόλις. delta.468 ∆αισάνη. ἡ πτισσάνη. ἀπὸ τοῦ σίτου ἑψημένου ἑψηθεῖσα. ειρηται δὲ παρὰ τὸ δαίσασθαι· τὴν γὰρ πρώτην τροφὴν, πρὸ τῆς εὑρήσεως τῶν αρτων, ουτως ἐποιοῦντο. ∆άμαρ. γυνή. δαμετή. παρὰ τὸν γάμον, γάμαρ καὶ δάμαρ. λέγεται καὶ δάμαρις, ενθεν ἡ δάμαρτος γενική· εἰ μὴ αρα πλεονασμῷ τοῦ ˉτ ἀπὸ τῆς εἰς ˉρ εὐθείας. ∆ανάκη. ονομα νομίσματος, ο εδωκαν τοῖς νεκροῖς πάλαι λόγῳ περάματος ἐν ̓Αχερουσίᾳ, ητις ἐστὶ λίμνη ᾳδου. ∆ανάη. κύριον. κρίθητι καὶ σύ. οὐκ ει ∆ανάη ἡ ̓Ακρισίου. ∆άπιδασ. τὰ ἐπεύχια. λέγει δὲ ψιλὰς καὶ μὴ μαλλωτάς. ̓Αριστοφάνης· οὐδ' ἐν δάπισιν εσται καταδαρθεῖν. τάπησι δὲ, ητα. ∆απάνη. παρὰ τὸ δάπτω, ο σημαίνει τὸ μετὰ σπαραγμοῦ ἐσθίω. ∆ασεῖα. ποιότης συλλαβῆς, ἐκ τοῦ θώρακος πεμπομένη. η παρὰ τὸ ˉδˉα ἐπιτατικὸν μόριον καὶ τὸ ευω ῥῆμα, ο σημαίνει τὸ ὁρμῶ. η παρὰ τὸ μεγίστην καὶ σφοδρὰν ειναι πρὸς σύγκρισιν τῆς ψιλῆς. *∆αμασκόσ. ἑρμηνεύεται αιμα σάκκου.* ∆ασπλῆτισ. ἡ ἀπροσπέλαστος. η ἐπὶ κακῷ προσπελάζουσα. η ῃτινι οὐκ αν τις προσπελάσῃ διὰ τὸν φόβον. παρὰ τὸ ˉδˉα ἐπιτατικόν. η δυσπλῆdelta.469 τις παρὰ τὸ πλήσσειν τοὺς ἁμαρτωλούς. Θεόκριτος δὲ ̔Εκάτην αὐτὴν λέγει. ∆άσκιοσ. πολύσκιος. παρὰ τὸ ˉδˉα