Τοῦ ἁγίου Ἰουστίνου Φιλοσόφου καὶ Μάρτυρος πρὸς Τρύφωνα
καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
τὸ σαρκικὸν σπέρμα τοῦ Ἰακὼβ τέκνα ἐστέ, πάντως σωθήσεσθαι προσδοκᾶτε. ἀλλ' ὅτι καὶ ἐν τούτοις ἑαυτοὺς πλανᾶτε, ἀποδέ δεικταί μοι ἐν πολλοῖς. Τίς δ' ἐστὶν οὗτος, ὃς καὶ ἄγγελος μεγάλης βουλῆς ποτε, καὶ ἀνὴρ διὰ Ἰεζεκιήλ, καὶ ὡς υἱὸς ἀνθρώπου διὰ ∆ανιήλ, καὶ παιδίον διὰ Ἠσαίου, καὶ Χριστὸς καὶ θεὸς προσκυνητὸς διὰ ∆αυείδ, καὶ Χριστὸς καὶ λίθος διὰ πολλῶν, καὶ σοφία διὰ Σολομῶνος, καὶ Ἰωσὴφ καὶ Ἰούδας καὶ ἄστρον διὰ Μωυσέως, καὶ ἀνατολὴ διὰ Ζαχαρίου, καὶ παθητὸς καὶ Ἰακὼβ καὶ Ἰσραὴλ πάλιν διὰ Ἠσαίου, καὶ ·άβδος καὶ ἄνθος καὶ λίθος ἀκρογω νιαῖος κέκληται καὶ υἱὸς θεοῦ, εἰ ἐγνώκειτε, ὦ Τρύφων, ἔφην, οὐκ ἂν ἐβλασφημεῖτε εἰς αὐτὸν ἤδη καὶ παραγενόμενον καὶ γεννηθέντα καὶ παθόντα καὶ ἀναβάντα εἰς τὸν οὐρανόν· ὃς καὶ πάλιν παρέσται, καὶ τότε κόψονται ὑμῶν αἱ δώδεκα φυλαί. ἐπεὶ εἰ νενοήκατε τὰ εἰρημένα ὑπὸ τῶν προφητῶν, οὐκ ἂν ἐξηρνεῖσθε αὐτὸν εἶναι θεόν, τοῦ μόνου καὶ ἀγεννήτου καὶ ἀρρήτου θεοῦ υἱόν. εἴρηται γάρ που καὶ διὰ Μωυσέως ἐν τῇ Ἐξόδῳ οὕτως· Ἐλάλησε δὲ κύριος πρὸς Μωυ σῆν, καὶ εἶπε πρὸς αὐτόν· Ἐγώ εἰμι κύριος, καὶ ὤφθην πρὸς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς. καὶ οὕτω πάλιν λέγει· Μετὰ Ἰακὼβ ἄνθρωπος ἐπά λαιε· καὶ θεόν φησιν εἶναι· Eἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου, λέγει εἰρηκέναι τὸν Ἰακώβ. καὶ ὅτι καὶ τὸν τόπον, ὅπου αὐτῷ ἐπάλαισε καὶ ὤφθη καὶ εὐ λόγησε, καὶ ἐκάλεσεν Eἶδος θεοῦ, ἀνέγραψε. καὶ τῷ Ἀβραὰμ ὁμοίως, Μωυσῆς φησιν, ὤφθη ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένῳ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. εἶτα ταῦτα εἰπὼν ἐπιφέρει· Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν συνέδρα μεν εἰς συνάντησιν αὐτοῖς. μετ' ὀλίγον δὲ εἷς ἐξ αὐτῶν ὑπι σχνεῖται τῷ Ἀβραὰμ υἱόν· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἀρά γε τέξομαι; ἐγὼ δὲ γεγήρακα. μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀποστρέψω εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. καὶ ἀπαλλάσσονται ἀπὸ Ἀβραάμ. καὶ οὕτω περὶ αὐτῶν πάλιν λέγει· Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων. εἶτα πάλιν πρὸς τὸν Ἀβραὰμ ὃς ἦν καὶ ἔστιν οὕτως λέγει· Oὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ ἐγὼ ἃ μέλλω ποιεῖν· καὶ τὰ ἑξῆς ἀνιστορημένα ἀπὸ τῶν τοῦ Μωυσέως καὶ ἐξηγημένα ὑπ' ἐμοῦ πάλιν ἔλεγον, δι' ὧν ἀποδέδεικται ὑπὸ τῷ πατρὶ καὶ κυρίῳ τεταγμένος καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτοῦ οὗτος ὃς ὤφθη τῷ τε Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ καὶ τοῖς ἄλλοις πα τριάρχαις, ἀναγεγραμμένος θεός, ἔλεγον. ἐπέφερον δέ, εἰ