15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τὴν δύναμιν, ἡ δὲ τρίτη κατὰ τὸν νοῦν, ἥτις καὶ πρώτη τοῖς ἀνιοῦσίν ἐστι καὶ πηγὴ λέγεται πηγῶν τῶν παρὰ τοῖς κόσμοις διῃρημένων. ταῦτα μὲν ἐκεῖνοι ληροῦσιν. ὁ δὲ μέγας οὗτός φησιν ὡς, εἰ μὴ δεξαίμεθα τὸ ἀγγελικὸν σῶμα, δώσουσι πάντως τὸ τῶν ἀμειλίκτων ἢ τὸ τῶν κοσμαγῶν, καὶ εἰς βυθὸν ἀπέραντον καταποντίσουσι τὴν γνώμην ἡμῶν. Ἡ μὲν οὖν ἐξήγησις αὕτη. ἐγὼ δὲ οὐκ ἀγνοῶ ὅτι ἐκ περιττοῦ πολλὰ τοῖς θεολογικοῖς ἐπεισκυκλῶ ῥητοῖς, ἀλλ' οὔτε φανητιῶν τοῦτο ποιῶ οὐδὲ πολυμαθείας δόξαν θηρώμενος, ἀλλ' ἵν' ὑμεῖς, ὧν τοῖς βιβλίοις μὴ ἐντυγχάνετε, τούτους ἐνταῦθα γινώσκοιτε οἵτινές τέ εἰσι καὶ ἃ ξυγγε γράφασι· βούλομαι γὰρ τελέους ὑμᾶς ἐκ τελέων εἶναι καὶ μὴ τοῖς καιριωτά τοις ἐλλείποντας μέρεσιν.
52 ξζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ἐπεὶ γάρ, φησίν, «οὐ σῶμα ὁ θεός» Πρὸς τὸν αὐχοῦντα διαλεκτικαῖς μεθόδοις τὸν θεὸν κατειληφέναι οἴεσθαι ὁ μέγας θεολόγος τὸν λόγον ποιούμενος, εἶτα τοῦτον βουλόμενος ἐλέγξαι ἀπὸ τῆς τοιαύτης ἐπιχειρήσεως διαλεκτικῶς κατὰ, τὴν τοῦ προσδιαλεγομένου ἐπιστήμην, διχῇ τὴν περὶ τὸ θεῖον δόξαν διεῖλεν, εἴς τε σῶμα καὶ ἀσώματον, ὡς ἑνί γε τούτων πάντως εὑρεθησομένου τοῦ κρείττονος· εἶτα θάτερον τῶν τμημάτων θείς, τὸ σῶμά φημι, καὶ ἐλέγξας, ὡς οἷόν τε, καὶ δείξας ὡς ὑπὲρ τὰ σώματα ὁ θεός, ἐπὶ τὸ ἕτερον, τὸ ἀσώματον, μεταβέβηκεν, ὃ δὴ νῦν ἡμῖν εἰς θεωρίαν προτέθειται. ἐπεὶ δὲ πλείονας ἐνταῦθα τοὺς λόγους ὁ πατὴρ τίθησιν, ἵνα μὴ καὶ ἡμεῖς, ἐπεξηγούμενοι τὰ ῥητὰ καὶ ὥσπερ ἐκ κύκλου ἔξωθεν ἐπεμβάλλοντες, ἀσάφειαν τῷ πλήθει ποιήσωμεν, ἐπιτετμημένως ἅμα καὶ πληρεστάτως, ὡς οἷοί τέ ἐσμεν, τὸν λόγον συμπερανοῦμεν· ἵνα δὲ εἰδῆτε καθ' ὅ τι τῶν ῥητῶν ποιούμεθα τὴν ἐξήγησιν, αὐτὰ δὴ ταῦτα κατὰ μέρη προθήσομεν ὥσπερ ἀντωμοσίαν ἀναγινώσκοντες. Ἐπεὶ γάρ, φησίν, «οὐ σῶμα ὁ θεός, λείπεται δὴ ἀσώματον ὑπολαμβά νειν», ἀντιφάσει γὰρ ἔοικε ταῦτα, τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν μέσον οὐδέν, ὥστε εἴ τι μὴ σῶμα, τοῦτο ἀσώματον ὑπολαμβάνειν χρεών, ἀλλ' ἐπὶ μὲν τῶν γεννητῶν ἔχει χώραν ὁ δεύτερος λόγος, ἐπὶ δὲ θεοῦ κενοφωνία τίς ἐστιν ἡ ἀντίφασις· ἐπειδὴ γὰρ μὴ σῶμα ὁ θεός, οὐ λείπεται νοεῖν ὅτι ἀσώματος, οὐδ' ἐπειδὴ μὴ ἀσώματος, σῶμα τοῦτον οἰητέον· οὐδὲν γὰρ τῶν ὄντων θεός, αὐτὸς ὢν τῶν ὄντων δημιουργὸς καὶ παρηλ λαγμένην ἔχων τὴν οὐσίαν πρὸς τὰ ποιήματα. προσμαρτυροῦμεν δ' αὐτῷ ἐν πᾶσι τοῖς περὶ αὐτοῦ λόγοις τὸ ἀσώματον, καθάπερ καὶ τἆλλα τῶν ὀνομάτων τὰ κάλλιστα, οὐσίαν καὶ ζωὴν καὶ νοῦν· ἀλλ' ὥσπερ οὐδὲν τούτων ἐστὶ καὶ πολυώνυμος ἀπὸ τούτων γίνεται, οὕτω δὴ καὶ ὑπὲρ τὸ ἀσώματον ὤν, ἐντεῦθεν μάλιστα ὡς ἀπὸ κρείττονος ὀνόματος χαρακτη ρίζεται ἢ ἀπὸ τοῦ ἐναντίου τούτου τοῦ σώματος. Ταῦτα μὲν ἡμεῖς ἔξωθεν· ὁ δὲ πατὴρ ἑτέρως ἐλέγχει τὸν λόγον, τῶν μὲν ὑψηλοτέρων ἀφέμενος θεωριῶν, συγκαταβαίνων δὲ τῇ τοῦ προσδιαλε γομένου παχύτητι καὶ εἰς ἀτόπους ἐννοίας ἀπὸ τῆς ἐκείνου οἰήσεως ἐλαύνων τὸν λόγον. «εἰ» γὰρ «ἀσώματον», φησίν, «οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικὸν καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται· τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν μηδ' ἐξίστασθαι μηδὲ περατοῦσθαι, ἀλλ' ὅλον τὸ εἶναι παραλαμβάνειν, λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν». ταῦτα μὲν ἐπὶ λέξεως φησὶν ὁ πατήρ· ἡ δὲ τῶν εἰρημένων ἐξήγησις αὕτη. ἀσώματον ὁ διαλεκτικὸς