114
προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ." Σαφῶς διὰ τούτων μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ παναγίου Πνεύματος χάρι τος. Οὐ γὰρ ὡς γυμνωθεὶς ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντιβολεῖ, μηδὲ πόῤῥω γενέσθαι τῆς θείας κηδεμονίας. Πρόσωπον γὰρ ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν. 80.1249 ιδʹ. "Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με." Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντιβόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος. Ὃ δὲ ἀποβέβληκεν, ἀπολαβεῖν ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐφροσύνη. Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολλὴν εἶχον πρὸς σὲ, ∆έσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύ μνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. ∆ιὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὸν ὑπὸ τῶν παθῶν δουλωθέντα, τὴν κατὰ τούτων αὖθις ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν τὸν αὐτοκράτορα λογισμὸν ἐκάλεσε. ιεʹ. "∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν." Τῆς σῆς πάλιν ἀπολαύων φιλανθρωπίας ἀρχέτυπον ἔσομαι μετανοίας τοῖς τὸν παράνομον βίον ἀσπαζομένοις· ἔσομαι δὲ καὶ κήρυξ τῆς σῆς ἀγαθότητος, καὶ προτρέψω δυσσεβεῖς ἀν θρώπους, καὶ παρανόμους, τῇ σῇ προσδραμεῖν ἱκε τείᾳ. ιʹ. "Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς τῆς σωτη ρίας μου." Συνεχῶς ἐν τῇ μνήμῃ περιστρέφει τὸν τοῦ Οὐρίου φόνον. Τοῦτο κἀν τῷ προοιμίῳ δεδή λωκεν, "ὅτι ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παν τός." -"Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο σύνην σου." Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· ∆ιαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ' ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμενος χά ριτας. ιζʹ. "Τὰ χείλη μου ἀνοίξεις, Κύριε, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου." Ἡ γὰρ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν, ἐμφράττειν τὸ στόμα, ἄγχειν, σιωπᾷν ἀναγκάζειν. Ἀντι βολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προ τέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῆσαι. ιηʹ. "Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ τώματα οὐκ εὐδοκήσεις." Συνᾴδει καὶ ταῦτα τοῖς ἐν τῷ προτεταγμένῳ εἰρημένοις ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ τῶν ὅλων λέγοντος· "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου τράγους." Τοιγάρτοι τοῦτο παρὰ τῆς θείας ἀκού σας φωνῆς ὁ θειότατος ∆αβὶδ, εἰκότως ἔφη· "Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις." Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας· οὗ δὴ χάριν τὴν ἀρέσκουσάν σοι ἱερουργίαν προσοίσω. 80.1252 ιθʹ. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Ἱερεῖον, φησὶν, ἀρεστὸν καὶ θυ μῆρές σοι τῷ Θεῷ ἡμῶν μετριότης φρονήματος. ∆ιὸ σφόδρα μου τὴν καρδίαν ταπεινώσας, καὶ οἱονεὶ συν τρίψας, καὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ. Τούτοις καὶ οἱ μακάριοι παῖδες ἐν τῇ καμίνῳ τοῖς λόγοις ἐχρήσαντο· "Ἐν καρδίᾳ γὰρ, ἔλεγον, συντετριμμένῃ, καὶ πνεύματι ταπεινώ σεως προσδεχθείημεν ἐνώπιόν σου, ὡς ἐν ὁλοκαυτώ μασι κριῶν καὶ ταύρων πιόνων." Ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι καὶ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῶν ἐν Βαβυλῶνι συμβεβηκότων, καὶ διδασκαλίαν τὴν ἐκεί νοις ἁρμόττουσαν. Ἐντεῦθεν γὰρ καὶ οἱ γενναῖοι παῖ δες ἐκεῖνοι τὴν ἀρεστὴν τῷ Θεῷ θυσίαν μεμαθηκό τες, τὴν ταπεινότητα τοῦ φρονήματος, καὶ τῆς καρδίας τὴν συντριβὴν τῷ ∆εσπότῃ προσήνεγκαν. κʹ, καʹ. "Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσα λήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν, καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους." Σαφέστερον ἐκ τού των ἐδιδάχθημεν τῶν ῥημάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ ὀλοφυρομένοις τὴν τῆς πόλεως ἐρημίαν, ἁρμότ τει τὰ ῥήματα. Ἱκετεύουσι γὰρ