114
ἔκβοιμι μέτρον, εἰ πάντα καταριθμοίμην τὰ ἐνόντα σοι εἰς καλοκἀγαθίαν· ὡς ἔγωγε ἀδικεῖσθαι φαίην ἂν τὴν ἀλήθειαν, μὴ τῆς συγκλήτου σε τὰ πρῶτα ἔχειν, εἰ δ' οὖν, ἀλλὰ τὰ δευτεροβαθροῦντα. ὅμως ἡ ἀρετή, κἂν οὐχ ὑπό τινος ὑψοῦται, φύσει καὶ πρὸς αὐτῆς ἔχει τὸ βασιλικόν τε καὶ ἄναντες. Οὕτως ἐγὼ τὰ περὶ τῆς εὐγενείας σου φρονῶ καί, ὡς ἐμαυτὸν πείθω, ἀκλέπτως ἐξ ἀγάπης. τοίνυν ἔχου τῆς ἀρετῆς σου καὶ μή τινα φθονήσειας τῶν παραδυναστευόντων τοῖς βασιλεῦσιν· ἀλλὰ γὰρ καὶ μνημονεύειν ἡμῶν τῶν ἁμαρτωλῶν μὴ διαλείποις, ἐπικουρῶν τοῖς περὶ τὸν ἀββᾶν Ὑπάτιον ἕως ἐνδέχεται. τοῦτο παρακαλοῦμεν ὁμοῦ τε καὶ προσαγορεῦσαί σε τοὺς διαφέροντά σοι καὶ ἐμοὶ διὰ σοῦ εὖ ποιήσαντας. 140 {1Λογοθετίσσῃ}1 Ὁ καιρὸς χαλεπὸς τοῦ διακομίζεσθαι γράμμα τῆς ταπεινώσεώς μου ἐν τοῖς αὐτόθι· ἀλλ' ὅμως ἡ κατὰ θεὸν ἀγάπη τῆς κυριότητός σου ἔπεισεν ἡμᾶς ἐπιστεῖλαι καὶ γνωρίσαι σοι ὅτι ἀνεπίληστος ἡμῖν ἐστιν ἡ θεοσέβειά σου καὶ ἡ πλουσία πεποίθησις, ἣν περὶ ἡμᾶς τοὺς ἀναξίους ἔσχες, οὐδὲν ἔχοντας ἐπαγωγὸν ἐφελκύσασθαί τινα εἰς πίστιν. ἀλλ' ὅμως οὐκ ἐζημιώθης ἐν τῇ ἀχρηστότητι ἡμῶν τὸν μισθόν σου, θεοῦ μετροῦντος καὶ δεχομένου τὸ ἔργον τῆς πεποιθήσεώς σου. διὸ καὶ εὐχόμεθα ὑγιαίνειν σε καὶ ἀτάραχον εἶναι ἐν εἰρήνῃ Κυρίου κατὰ ψυχήν. οὐκ ἔστιν δὲ ἄνευ θλίψεων εἶναι ἄνθρωπον, παιδευτήριον ἡμῖν παραχωρουμένων ὑπὸ θεοῦ, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως ἐντεῦθεν φανερωθῇ. Φέρε οὖν τὰ συμβαίνοντα καὶ χαῖρε ἐν τῇ ὑπομονῇ, ὅτι τὴν ἐλπίδα σοι τῆς σωτηρίας προξενεῖ. φύλαττε δέ σου καὶ τὴν ὀρθοδοξίαν, παρακαλῶ, μὴ συναπαχθεῖσα τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ ἢ τῆς Θεοτόκου ἢ οὑτινοσοῦν τῶν ἁγίων· οἶδα γάρ σου τὴν ἐν ἅπασιν ὀρθότητα. ὁ θεός σε, κυρία μου, φυλάξειεν κατὰ πάντα ὡς κειμήλιον αὐτοῦ ἅγιον. 141 {1Κανονικαῖσ}1 Ὅτι οὐκ ἐπιλέλησμαι τῆς κατὰ θεὸν ὑμῶν ἀγάπης λογίζομαι καὶ αὐτὰς ὑμᾶς εἰδέναι· οὐ γὰρ ἂν ἀμνημόνευτος ὑμῖν διεξέρχομαι ἐπὶ τῶν προσευχῶν, οὐχ ὅτι ἀγαθὸν ἐν ἐμοί, ἁμαρτωλῷ τυγχάνοντι, ἀλλ', ὡς εἴρηται, διὰ τὴν ἐν Κυρίῳ ἀγάπην καὶ γνωριμίαν, προσθείην δ' ἂν καὶ ὁμοσχημίαν. ἐγὼ δὲ διὰ πολλὰ ἔχω τοῦ μεμνῆσθαι ὑμῶν, ὅτι καὶ εὐσεβεῖς καὶ εὐλαβεῖς καὶ μέντοι γε καὶ συμπαθεῖς πρὸς τὴν ταπείνωσιν ἡμῶν· οὐ γάρ τοι ἀμνημονῶ τῶν εὐποιϊῶν καὶ χαρίτων ὑμῶν, τῶν ὀδυνῶν, ἵν' οὕτως εἴπω, καὶ δακρύων ἐκ τῆς περὶ τὴν ἐξορίαν καὶ διὰ τὴν ἐξορίαν διαστάσεως ἡμῶν. διὰ ταῦτά τοι καὶ μνημονεύομεν καὶ περιέπομεν καὶ ἔχομέν σε ὡς μητέρα πνευματικήν, οὐ μὴν ἀλλὰ καὶ τὴν μετὰ σὲ τὰ δεύτερα διέπουσαν, προσευχόμενοι ὑμῖν τὴν ὑγιείαν καὶ ἀπὸ θεοῦ εὐλογίαν καὶ εὐπραγίαν ἐν τῇ ἀσκητικῇ ὑμῶν διαβιώσει· ἴσμεν γὰρ ὑμᾶς τὸν θεὸν φοβεῖσθαι καὶ ἀγαπᾶν τὸν ἐρωμένον καὶ ἀντερῶντα ὑμᾶς Χριστόν. διὸ καὶ ἀγωνιῶμεν ἐφ' ὑμῖν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην τῆς χριστομάχου αἱρέσεως· φευκτέον γὰρ ταύτην, ὦ μῆτερ, ἐκ παντὸς τρόπου· ἡ γὰρ κοινωνία αὐτῆς διΐστησιν ἡμᾶς ἀπὸ Χριστοῦ. Πέπεισμαι οὖν τὸ καθ' ὑμᾶς καὶ χαίρω ὅτι Χριστοῦ ἐστε θεραπεύτριαι καὶ ὑπηρέτριαι· δέομαι δὲ ἐνεργέστερον τὰς ὑπὲρ τῆς ταπεινώσεώς μου ποιεῖσθαι ὑμᾶς ἐντεύξεις πρὸς θεόν, ὅπως ῥυσθῶ ἀπὸ τῶν παγίδων τοῦ ἐχθροῦ κατὰ πάντα. 142 {1Ἡγουμένῃ}1 Γνώριμος ἡμῖν ἐστιν ἡ σεμνοπρέπειά σου ἀπὸ διηγήσεως Ὑπατίου τοῦ πνευματικοῦ ἡμῶν τέκνου, οὐκ ἀπὸ τῆς κατ' ὀφθαλμοὺς θεωρίας· ἄρτι δὲ καὶ μάλα ἔγνωσται ἡμῖν ἡ θεοσέβειά σου ἐκ τῆς κατὰ θεὸν ἐνστάσεως, ἑλομένης σου ἐκπεσεῖν καὶ μονῆς καὶ προστασίας ἀδελφῶν, καί γε ὑποστῆναι φυλακήν, ἣν κατεκρίθης, ἢ τῆς εἰς Χριστὸν πίστεως ἐκπεσεῖν. ἔκπτωσις γάρ ἐστιν ὡς ἀληθῶς Χριστοῦ ἡ τῆς αὐτοῦ ἁγίας εἰκόνος ἄρνησις, ἣν οἱ νέοι Ἰουδαῖοι ἀπαιτοῦντες τοὺς μὴ πειθομένους φυλακίζουσι, δαίρουσι, πνίγουσι, θλίβουσι, πειράζουσιν, ἐξορίζουσι, σιδηροδεσμοῦσι, πᾶν ὁτιοῦν κακωτικὸν ἐπινοοῦντες. διὰ τοῦτο, ὦ ἀμμὰς ἀγαθή, ἀκηκοότες σου τὴν τοιαύτην καλὴν ὁμολογίαν, δίκαιον ἡγησάμεθα διὰ τοῦ