1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

114

ἐκσκουβιτόρων, σὺν τῷ κουράτορι τῶν Καισαρίου κατ236 ελθεῖν καὶ χωρίσαι τὰ μέρη. οἱ δὲ ἀπελθόντες οὐκ ἠδυνήθησαν χωρίσαι αὐτούς. καὶ πολλοὶ μὲν ἀπέθανον ἐξ ἀμφοτέρων τῶν μερῶν, πολλοὶ δὲ καὶ ἐπληγώθησαν. εἰσελθόντες δὲ οἱ Βένετοι εἰς τὰ βάθρα τῶν Πρασίνων ἔκραζον· "ἅψον ὧδε, ἅψον ἐκεῖ· ὧδε Πράσινος οὐ φαίνεται." καὶ πάλιν οἱ Πράσινοι ἔκραζον· "αἴ, αἴ, ὅλοι, ὅλοι." εἰς τὴν Μέσην ἦλθον, εἰς τὰς γειτονίας τῶν Βενέτων, καὶ ἐλίθαζον οὓς εὕρισκον καὶ ἔκραζον· "ἅψον, ἅψον· ὧδε Βένετος οὐ φαίνεται." καὶ εἰσήρχοντο εἰς τὰς γειτονίας διαφαυούσης κυριακῆς καὶ ἥρπαζον τὰς ὑποστάσεις. καὶ ἐκέλευσεν ὁ βασιλεὺς συσχεθῆναι τοὺς Πρασίνους, καὶ πολλαῖς βασάνοις ἐκολάσθησαν. οἱ δὲ Βένετοι προσέφυγον τῇ ἐκκλησίᾳ τῆς θεοτόκου τῶν Βλαχερνῶν. οἱ δὲ ἐξειλήσαντες Πράσινοι προσέφυγον εἰς τὴν ἁγίαν Εὐφημίαν ἐν Χαλκηδόνι· οὓς ἐκβαλὼν ὁ ἔπαρχος ἐτιμωρήσατο. ἤρξαντο δὲ αἱ γυναῖκες αὐτῶν καὶ αἱ μητέρες κράζειν εἰς τὰς ἐκκλησίας τῷ βασιλεῖ, ἵνα παράσχῃ τοῖς Πρασίνοις ἰνδουλγεντίας· καὶ ἐδιώχθησαν μετὰ βάκλων, καὶ οὐ διηλλάγη αὐτοῖς ὁ βασιλεὺς ἕως τῆς Χριστοῦ γεννήσεως. τῷ δὲ Φεβρουαρίῳ μηνὶ ἐκέλευσεν ὁ βασιλεὺς τῶν ἑπτὰ σχολαρίων τοὺς καθεζομένους ἐν τῇ Νικομηδείᾳ καὶ Κίῳ καὶ Προύσῃ καὶ Κυζίκῳ καὶ Κοτυαείῳ καὶ ∆ορυλαίῳ ἀπελθεῖν καὶ καθίσαι ἐν τῇ Θρᾴκῃ, ἔν τε Ἡρακλείᾳ καὶ ταῖς πέριξ αὐτῆς πόλεσιν. τῷ δὲ Μαρτίῳ μηνὶ ἐπανέστησαν αἱ σχολαὶ τῷ κόμητι αὐτῶν διά τινας συνηθείας, ἃς ἐλάμβανον· καὶ ἀπέκοψαν αὐτάς. καὶ ἐπῆλθον αὐτῷ. εὑρέθη δὲ ἐκεῖ Θεόδωρος, ὁ υἱὸς Πέτρου τοῦ μαγίστρου, ὁ Κονδοχέρης, καὶ ἀπειλητικοῖς λόγοις χρησάμενος ἠδυνήθη αὐτοὺς καταπραΰναι. τῷ δ' αὐτῷ ἔτει παρελήφθη * Ὁβαισίπολις ὑπὸ τῶν Οὔννων· καὶ ἔπεμψεν ὁ βασιλεὺς Μάρκελλον τὸν στρατηλάτην καὶ ἴδιον αὐτοῦ ἀνεψιὸν μετὰ πλήθους στρατοῦ, τοῦ ἀναρρύσασθαι τὴν πόλιν καὶ τὴν * Περσίδα. τῷ δὲ Ἀπριλλίῳ μηνὶ παρελήφθη καὶ ἡ Ἀναστασιούπολις τῆς Θρᾴκης 237 ὑπὸ τῶν αὐτῶν Οὔννων. καὶ τῷ Μαίῳ μηνὶ γʹ κατηγορήθη Ζήμαρχος, ὁ κουράτωρ τῶν Πλακιδίας, ὡς κατὰ τοῦ βασιλέως πολλὰ λαλήσας καὶ δεινά, ὑπὸ Γεωργίου, κουράτορος τῶν Μαρίνης, καὶ Ἰωάννου ἀπὸ ὑπάτων, συγγενῶν Θεοδώρας τῆς βασιλίσσης. λϛʹ. ληʹ. βʹ. ιαʹ. ιηʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ γέγονε στάσις δημοτικὴ ἐν τοῖς Πιττακίοις, καὶ πολλοὺς ὁ βασιλεὺς ἐτιμωρήσατο. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἀβροχία πολλὴ ἐγένετο καὶ λεῖψις ὑδάτων, ὥστε γενέσθαι μάχας πολλὰς ἐν τοῖς ὑδρείοις. ἐφύσησε δὲ καὶ βορρᾶς ἄνεμος ἀπὸ Αὐγούστου μηνός, καὶ οὐδαμοῦ νότος, καὶ οὐκ ἤρχοντο τὰ πλοῖα ἐν τῇ πόλει, ὥστε καὶ λιτὰς ἐκβαλεῖν Εὐτύχιον τὸν πατριάρχην εἰς Ἱερουσαλήμ, τοῦτ' ἔστιν εἰς τὸν ἅγιον ∆ιομήδην. τῷ δ' αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης Ναρσοῦ τοῦ πατρικίου δηλοῦντα παραλαβεῖν αὐτὸν πόλεις ὀχυρὰς τῶν Γότθων δύο, Βηρωΐαν καὶ Βρίγκας. τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ σαββάτῳ ἑσπέρας ἐπιβουλὴν ἐμελέτησάν τινες τοῦ φονεῦσαι τὸν βασιλέα, ὡς κάθηται ἐν τῷ παλατίῳ. ἦσαν δὲ Ἀβλάβιος ἀπὸ μελιστῶν καὶ Μάρκελλος ἀργυροπράτης καὶ Σέργιος, ὁ ἀνεψιὸς τοῦ κουράτορος Αἰθερίου. ἡ δὲ μελέτη αὐτῶν ἦν αὕτη· ὡς κάθηται ἐν τῷ τρικλίνῳ ἑσπέρας πρὸ τοῦ μισεῦσαι, εἰσπηδήσαντες σφάξωσιν αὐτόν, ἔχοντες ἰδίους ἀνθρώπους συνεργοῦντας αὐτοῖς Ἰνδοὺς κρυπτομένους εἰς τὸ Σελεντιαρίκιν καὶ εἰς τὸν Ἀρχάγγελον καὶ εἰς τὸ Ἅρμα, ἵνα γενομένης τῆς ἐπιβουλῆς ταραχὴν ποιήσωσιν. ὁ δ' αὐτὸς Ἀβλάβιος καὶ χρυσίον ἔλαβε παρὰ Μαρκέλλου τοῦ ἀργυροπράτου λίτρας νʹ εἰς τὸ συνεργῆσαι αὐτῷ. καὶ τοῦ θεοῦ εὐδοκήσαντος ἐθάρρησεν ὁ Ἀβλάβιος Εὐσεβίῳ, τῷ ἀπὸ ὑπάτων ὄντι κόμητι φοιδεράτων, καὶ Ἰωάννῃ τῷ λογοθέτῃ, τῷ κατὰ ∆ομεντζίολον, λέγων, ὅτι "ἐν τῇ ἑσπέρᾳ ταύτῃ βουλόμεθα ἐπελθεῖν τῷ βασιλεῖ." ὁ δὲ μηνύσας τῷ βασιλεῖ ἐκρά238 τησεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς φοροῦντας κρυπτὰ ξίφη. καὶ ὁ μὲν ἀργυροπράτης Μάρκελλος ἀστοχήσας τοῦ προσδοκωμένου, σύρας ὃ ἐφόρει ξίφος δέδωκεν ἑαυτῷ τρεῖς πληγὰς ἐν τῷ τρικλίνῳ