1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

115

νέσει τὰ πάντα ὑπόκειται, πληροφορηθῆναί σε θέλω. κἀγὼ ἔφην· Eἰ γενέσει τὰ πάντα ὑπόκειται καὶ τοῦτο οὕτως ἔχειν πεπληροφόρησαι, σεαυτῷ ἐναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνα- τὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς συμβουλεύων γενέσθαι ὃ γενέσθαι ἀδύνατόν ἐστιν; ἀλλ' ἔτι μὴν εἰ γένεσις ὑφέστηκεν, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν καὶ τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι τι, γενέσθαι δυνατόν . αἰεὶ γὰρ τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχει. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν γενέσεως ἐπι- κρατούσης περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται οὔτε αὐτοί τι ποιεῖν δύνανται, τῇ καθόλου [αὐτῶν] ὑποκεί- μενοι γενέσει. εἰ γένεσις ἔστιν, ἀντίκειται τὸ μὴ πρῶτον ἄρχειν. ὑπο- κεῖσθαι οὐ δύναται ὡς ἀγένητον ἑαυτοῦ πρεσβύτερον μηδὲν ἔχον . Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν, πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· Ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν (λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι), διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὔκ εἰμι ἔμπειρος, ὧν δέ εἰμι, ὑφη- γήσομαι. ἐπειδὴ γένεσιν ἀπὸ αὐτῆς τῆς κατὰ τὴν γένεσιν ἐπιστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα καὶ ἕκαστος πρὸς ἃ πράττει τιμῆς ἢ κολάσεως τεύξεται, εἴτε νῦν εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσίν ἐστιν αὕτη. τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται ἢ κυλλὴν τὴν χεῖρα ἔχει ἢ χωλὸν τὸν πόδα ἢ ἕτερόν τι περὶ σῶμα, ὃ ὑπο- στροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει καὶ παντὸς ἰατικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν, ὃν οὐδὲ ἀστρολόγοι ἰᾶσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν, ἐγὼ δὲ θεοῦ δεηθεὶς τὴν ἴασιν παράσχω, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτο οὐδέποτε λαβεῖν ἠδυνήθη-τούτου οὕτως γενομένου οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δη- μιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· Βλασφημεῖν γάρ ἐστιν τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· Καὶ πάνυ· εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποιεῖν ὑπὸ θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρ- τίαι εἰς αὐτὸν ἀναφέρονται, τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις. καὶ ὁ γέρων ἀπεκρίνατο· Ἀληθῶς μεγάλως ἔφης, ἀλλὰ πάσῃ σου τῇ ἀπαρα- βλήτῳ ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὢν καὶ Ῥώμην πρῶτον οἰκήσας φιλωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἠπιστάμην καὶ ἱστορήσας ἀκολού- θως τῇ γενέσει αὐτῶν τὰς πράξεις ἀποτελεσθείσας ἔργῳ σοὶ λόγῳ πεί- θεσθαι οὐ δύναμαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα ποιοῦν μοι- χάδας, ἰδίων δούλων ἐρώσας καὶ ἐπὶ ξένης ἐν ὕδασιν θνῃσκούσας. ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ μὴ φέρουσα τὸν ψόγον, φυγοῦσα σὺν αὐτῷ, ἐν ἀλλοδαπῇ ὁρμήσασα καὶ κοινωνήσασα αὐτῷ θα-