Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
νοεῖται πολυειδῶς, ἐνεργεῖ δὲ καὶ οὕτως. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος διαφόρων ἡμῖν χαρισμάτων ἰδέας ἀπαριθμούμενος· "6Ταῦτα πάντα,"6 φησὶν, "6ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρεῖ ἑκάστῳ ἰδίᾳ, καθὼς βούλεται."6 9Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐξελέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύ- ματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. Καὶ ἔσται δικαιο- σύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς.9 Ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ εὖ μάλα προειρηκὼς, προσεπάγει χρησίμως, καὶ τὰ δι' ὧν ἂν εἴη γνώριμος ὡς ἀπό γε τῆς ἐνού- σης αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς ἐν ἔργοις λαμπρότητος. Ἔδει γὰρ, ἔδει προαναπείθειν ἀκρι- βῶς προφητικὴν ἔχοντας προαγόρευσιν, τοὺς οἴ γε τὴν ἐπ' αὐτὸν ἔμελλον παραδέχεσθαι πίστιν, τίς δέ γε, καὶ ποῖος, καὶ διὰ ποίων ἥξει κατορθωμά- των. Ὥσπερ γὰρ εἴ τις ἕνα τῶν καθ' ἡμᾶς, τοῖς οὐκ εἰδόσιν αὐτὸν κατασημαίνειν βεβουλημένος, ἐξ ὧν οἶδεν ὄντα λόγῳ ζωγραφεῖ, λέγει δὲ περὶ αὐτοῦ, ὡς εἴη μὲν τὴν κόμην οὐ βαθὺς, συμμέτρως δὲ ψιλὸς, καὶ χαροπὸν μὲν ὅτι τὸ ὄμμα αὐτῷ, καὶ ὑπογελῶσαν ἔχον τὴν βολὴν, ἰσχνὸς δὲ τὴν ῥῖνα, καὶ τὰ ἕτερα δὲ τοῦ σώματος διεξίοι μέρη, τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὁ μακάριος προφήτης, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτοῦ περὶ τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ταύτῃ τοι τὰ τῆς θεοπρεποῦς ὑπεροχῆς καὶ μέντοι ἐξουσίας ἀπαριθμεῖται σημεῖα, καὶ δὴ καί φησι περὶ αὐτοῦ· "6Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει."6 Θεοπρεπὲς τὸ χρῆμα, ἐοικός τε φύσει τῇ ἀνωτάτω. Τὸ γὰρ μήτε εἰς δόξαν τὴν ἐν ἀνθρώποις ὁρᾷν, ὀρθήν τε καὶ ἀδιάστροφον τὴν ἐφ' ἑκάστῳ ποιεῖσθαι κρίσιν καὶ ἀμώμητον παντελῶς, πῶς οὐκ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει; Οὐ γὰρ οἶδεν ὁρᾷν εἰς πρόσωπον, οὔτε μὴν τὸν ταῖς ἐκ πλούτων περιβολαῖς, οὔτε μὴν ἀξιώμασιν ἐξωραϊ- σμένον ἀξιοῖ τιμῆς ἢ λόγου, πλεονεκτεῖν ἐθέλοντά τινας, κατακρίνει δὲ πάντως, καὶ ἐπάρατον ἀποφαί- νει τὸν τῆς ἀνομίας ἐργάτην. Οὐκ ἐλέγξει δὲ κατὰ τὴν λαλιάν· καὶ τίνα τρόπον χρὴ ἐννοεῖσθαι, καὶ 70.317 τοῦτο διειπεῖν ἀναγκαῖον. Πλεῖστοι μὲν γὰρ ὅσοι τῶν καθ' ἡμᾶς τοὺς ἐπαινεῖν ἐθέλοντας ἀξιοῦσι τιμῆς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ τοὺς τρόπους, μισθὸν δὲ ὥσπερ τῆς κολακείας αὐτοῖς ἀπονέμουσι τὸ καὶ θε- ραπεύειν ἔσθ' ὅτε, καὶ τοὺς ὑπ' αὐτοὺς ἐλέγχους συστέλλουσιν. Ἀλλ' οὐ τοῦτο δεδρακότα κατίδοι τις ἂν τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν. Τοιγάρτοι καὶ τοὺς χρηστοεπεῖν ᾑρημένους, οὐ μὴν ἔτι καὶ ἀγαθοὺς ὄντας κατὰ ἀλήθειαν, ἀποτόμοις ἐλέγχοις μεθίστη πολλάκις ἐπί γε τὸ βιοῦν ἑλέσθαι σωφρονέστερον. Προσῄεσαν μὲν γάρ ποτε τῶν καλου- μένων Ἡρωδιανῶν τινες, πράκτορες δὲ οὗτοι τε- λωνῶν, εἶτα δόλον αὐτῷ πικρὸν ἀρτίοντες, ἔφασκον· "6∆ιδάσκαλε, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός. Οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦ- ναι φόρους Καίσαρι, ἢ οὔ; Αὐτὸς δὲ πρὸς ταῦτα, Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμι- σμα τοῦ κήνσου."6 Ἄθρει δὴ οὖν ὅπως διελέγχει κολακεύοντας, καὶ χρηστολογοῦντας ἀποσείεται. ∆ι- ήλεγξε δὲ, καὶ οὐ κατά γε τὴν λαλιὰν αὐτῶν· οἱ μὲν γὰρ προσεδόκων ἐπαινεθήσεσθαι, τάχα που κατει- ρωνευόμενοι μὲν, πλὴν εὐφυᾶ καὶ στωμυλεστάτην ἐπιτηδεύοντες τὴν κομψολογίαν, ὁ δὲ ἀδοκήτως πειράζοντας καὶ ὑποκριτὰς ἐκάλει. Οὐκοῦν οὐ κατὰ τὴν δόξαν κρινεῖ, τουτέστιν, οὐ προσωπολήπτης ἔσται δικαστὴς, οὔτε μὴν ἐλέγξει κατὰ τὴν λαλιάν. Οὐ γὰρ ἀνέξεται, φησὶ, τῶν ἀνόσια μὲν φρονεῖν ᾑρημένων, προσωπεῖον δὲ ὥσπερ ἀπάτης καὶ δόλου περιτιθέν- των ἑαυτοῖς τὴν κομψολογίαν. Τοῦτό τοί φησιν ἐναρ- γῶς· "6Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύ- σεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς."6 Καὶ πάλιν· "6Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνη τῇ ἡμέρᾳ, τῇ τῆς κρίσεως δηλονότι· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς