Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
τὸ ἄμεινον, ὁ Ἐφραΐμ. Ἐξ ἱερᾶς γὰρ ὥσπερ μητρὸς, φημὶ δὲ τῆς Ἐκκλησίας, καρποὶ γεγόνασι, καὶ ἐν υἱοῖς Θεοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ καταλογισθεῖεν ἂν οἱ ἐξ ἐθνῶν κεκλημένοι, οἳ καὶ εἰς λήθην ἐνεχθήσονται τῶν πόνων. Ἐπιλήσονται γὰρ, φησὶ, τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. Ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Ἥξουσι δὴ οὖν κατὰ καιρὸν εἰς λήθην κακῶν, βαδιοῦνται δὲ καὶ εἰς αὔξην, ἐπὶ τὸ τῆς ἐλπίδος γλυκὺ διατρέχοντες πέρας. Μετοιχήσονται γὰρ ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια, ἀπὸ τῶν ἐν χρόνῳ μεμετρημένων εἰς τὰ ἐπέκεινα χρόνου· ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, εἰς δόξαν ἐξ ἀτιμίας, ἐξ ἀσθενείας εἰς δύναμιν. Ἐγκειμένου δὲ ἔτι καὶ παρατείνοντος τοῦ λιμοῦ, κατέβησαν οἱ ἐξ Ἰακὼβ εἰς Αἴγυπτον πρίασθαι τροφάς. Εἶτα μικροῦ μεταξὺ παρεισθέοντος λόγου, μονονουχὶ δὲ καὶ ἐναθύροντος αὐτοῖς τοῦ Ἰωσὴφ (ἔφασκε γὰρ ὡς ἤκιστα μὲν σιτίων ἔνεκα, κατασκεψόμενοι δὲ μᾶλλον ἥκουσι τὴν γῆν), προσαπαιτοῦντος δὲ τὸν Βενιαμὶν, ὃς ἦν ἀδελφὸς αὐτῷ καὶ νεώτατος, ἐνισταμένου δὲ ὅτι οὐκ ἂν τῆς Αἰγυπτίων ἀζήμιοι ἀπαλλάξειαν, εἰ μὴ παροίσειαν τὸ μειράκιον· ἄγεται μόλις ἐφέντος αὐτοῖς τοῦ πατρός. Ἐπειδὴ δὲ ἧκον ὁμοῦ τῷ παιδὶ, λοιπὸν ἐπὶ τὴν ἑστίαν ἐκάλει, ὕδατι δὲ διανενιμμένους ἄρτοις τε καὶ οἴνῳ κατεκορέννυ λοιπόν. Τεθλιμμένοι γὰρ ὥσπερ καὶ ἀφορήτῳ λιμῷ ἐκπεπιεσμένοι, δῆλον δὲ ὅτι τῷ νοητῷ, κατὰ καιροὺς Ἰουδαῖοι, τὴν ὀφρὺν ἀφέντες τὴν ὑψηλὴν καὶ ἀγέρωχον, ἥξουσιν ἐπὶ Χριστὸν, τῆς παρ' αὐτοῦ γλιχο 69.325 μένοι τροφῆς, ἁγίας τε καὶ πνευματικῆς, φημὶ, καὶ ζωοποιοῦ. Ὁ δὲ οὐ προσδέξεται μὲν, πλὴν οὐ δίχα τοῦ νέου λαοῦ, οὗ καὶ εἰς τύπον εἴη ἂν ὁ Βενιαμίν. Ἐλθόντες δὲ ὥσπερ ἐν ὁμοψυχίᾳ καὶ ὡς ἐν γνώμῃ μιᾷ, προσδέξεται μὲν ἱλαρῶς, εἰσοίσει δὲ ὥσπερ εἰς ἴδιον οἶκον, τουτέστι, τὴν Ἐκκλησίαν. Εἶτα διανίψων ὕδατι καθαρῷ, τῷ τῆς παλιγγενεσίας λουτρῷ, ἄρτῳ τε καὶ οἴνῳ διαθρέψει, Μυστικῶς ὁ λόγος. Πλὴν κἀκεῖνο πρὸς τούτῳ λέγωμεν· ἀνεγνωρίζετο μὲν γὰρ τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ ἄμα τῷ Βενιαμὶν ἀφιγμένοις, καὶ δὴ καὶ τραπέζης αὐτοὺς ἠξίου, καθάπερ ἔναγχος ἔφην. Κλῆρον δὲ οὐδένα δοὺς, ὅλως ἀποτρέχειν ἐκέλευε κατακομιοῦντας πρὸς αὐτὸν τὸν πατέρα, φημὶ δὴ τὸν Ἰακώβ. Ἐπειδὴ δὲ καταβέβηκε, καὶ ἤδη παρόντα τεθέαται τοῖς τέκνοις ὁμοῦ, τότε δὴ, τότε τὴν ἁπασῶν ἀρίστην ἀπένειμε γῆν. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς, ὅτι δέξεται μὲν ὁ Χριστὸς τοὺς ἐξ Ἰσραὴλ ἐπιστρέφοντας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, συνόντος αὐτοῖς δηλονότι κατὰ τρόπον ὁμοψυχίας καὶ τοῦ νέου λαοῦ. Τοῦτο γὰρ, ὡς ἔφην, ὁ Βενιαμίν. Πλὴν οὐ δίχα τῶν ἁγίων Πατέρων ὁ ἐν ἐλπίσιν ἡμῖν ἀποδοθήσεται κλῆρος. Ὥσπερ γὰρ αὐτοὶ, καίτοι κατὰ πίστιν ἀποθανόντες, ὡς γοῦν ὁ σοφὸς ἔφη Παῦλος, Οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οὕτω καὶ ἡμεῖς περιμενοῦμεν τοὺς Πατέρας, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶμεν. Ὁμοῦ τοιγαροῦν τοῖς ἁγίοις Πατράσιν, οἱ πρῶτοί τε καὶ μέσοι καὶ τελευταῖοι λαοὶ, τὸν ἄριστόν τε καὶ ἀνεκποίητον τῆς τῶν οὐρανῶν βασιλείας ἀποληψόμεθα κλῆρον ἐν Χριστῷ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Περὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ καὶ Μανασσῆ. α. Πᾶσα μὲν δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων. Οὐδὲν δὲ εἶναί φημι τῶν οὕτω σεπτῶν καὶ ἐξῃρημένων ἀγαθῶν, ὂ μὴ διὰ Χριστοῦ κερδαίνομεν. Γέγονε γὰρ, φησὶ, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. Τοιγάρτοι καὶ ἔφασκεν· Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ἐν αὐτῷ δὲ καὶ δι' αὐτοῦ πᾶν πλήρωμα χάριτος καὶ κληροδοσία λαμπρά. Πλούσιος γὰρ ὢν ὁ Θεὸς, ἐπτώχευσε δι' ἡμᾶς, ἴνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ἀναφοιτῶντες δόξαν, καὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπωδεστάτης ἐλπίδος μεταλαχεῖν ἰσχύσωμεν. Θέα δὲ