1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

115

ΟΤΙ ΚΑΙ ΣΥΝΕΜΕΡΙΖΟΝΤΟ ΤΟΙΣ Α∆ΙΚΟΥΣΙΝ

∆ιὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς, εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς; ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι; οὐ γὰρ δὴ τοῦτο αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς.» 5.32.2 Ταῦτα μὲν οὖν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι' ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ' ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ' οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. ἐφ' οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· 5.33.1 λαʹ.

ΟΤΙ ΚΑΙ ΤΟΥΣ ΠΟΙΗΤΑΣ ΤΟΥΣ ΜΗ∆ΕΝ ΦΙΛΟΣΟΦΟΥ ΒΙΟΥ ΑΞΙΟΝ ΕΠΙ∆Ε∆ΕΙΓΜΕΝΟΥΣ ΑΚΡΙΤΩΣ ΚΑΤΑ ΤΟΥΣ ΠΟΛΛΟΥΣ ΕΝΕΚΩΜΙΑΖΟΝ

«Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ' ἐν ἀνθρώποις· ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. 5.33.2 ἔσται σοι κοῦρος, Μνησαρχίδη, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται· 5.33.3 ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὁμήρῳ δέ· σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν, ἡ δ' ἀθανάτοις ἰσόμοιρος, ζῶν καὶ ἀποφθίμενος· καὶ διὰ ταῦτα ἤκουεν· ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ' ἀμφοτέροισιν· 5.33.4 λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. ἄγε οὖν, ὦ θεέ, μὴ περιίδῃς μηδ' ἡμᾶς. ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, 5.33.5 οἱ δὲ αὐτῆς ἀθανασίας. τί ποτ' οὖν ἦν τοῦτο δι' ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ' ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου, 5.33.6 εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας, λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ 5.33.7 διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, 5.33.8 εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου οὐδὲ τῆς παρ' ὑμῶν φωνῆς, 5.33.9 ἄνδρα φωνάεντα ἀποκτείνας. οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ οὐδ' ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι 5.33.10 τοῦ ναοῦ τὸν ἐναγῆ· «Μουσάων» γὰρ ἀπέκτεινεν «θεράποντα». οὔκουν ἔμοιγ' ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· 5.33.11 οὐδ' ὅτι αὐτοῦ «κλέος ὄρουσεν», ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν, ἐφ' ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ