1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

115

κόσμου ἦν ἔτος δψζβʹ. Μανασσῆς υἱὸς Ἐζεκίου καὶ Ἐψιβαὰλ ιβʹ ἐτῶν βασιλεύσας τοῦ Ἰούδαμιαρώτατος γέγονε καὶ ἀσεβέστατος εἰδωλολατρείαις καὶ αἱματεκχυσίαις ἀδίκοις, οἰωνισμοῖς τε καὶ φαρμακείαις καὶ μοιχείαις συζῶν. οὗτος ἐν οἴκῳ κυρίου ∆ιὸς ἄγαλμα τετραπρόσωπον ἔστησεν. ἁλοὺς δὲ ὑπὸ Ἀσσυρίων βασιλέως ἐπιστρατεύσαντος αὐτῷ καὶ εἰς ἄγαλμα χαλκοῦν κατακλεισθεὶς ἐδεήθη τοῦ θεοῦ τὴν ᾠδὴν ᾄσας, ἥτις μέχρι καὶ νῦν θαυμαστή τίς ἐστι καὶ γέμουσα κατανύξεως, ἐφ' ᾗ δυσωπηθεὶς ὁ θεός, διαρραγέντος τοῦ ἀγάλματος, διεσώθη ἀποκαταστὰς εἰς τὴν βασιλείαν αὐτοῦ. οὗτος πεῖραν λαβὼν τῆς ἀφάτου φιλανθρωπίας τοῦ θεοῦ ἐπὶ τοῖς μετανοοῦσι τῆς εἰδωλολατρείας καὶ λοιπῆς ἐπαύσατο ματαιότητος, τὸ τοῦ ∆ιὸς εἴδωλον ἐκβαλὼν ἐξ οἴκου κυρίου, ὃ ἦν αὐτὸς εἰσαγαγών, καὶ ῥίψας ἔξω τῆς πόλεως σὺν τοῖς λοιποῖς βδελύγμασιν. ὁ αὐτὸς τὸ νότιον τεῖχος τῆς Ἱερουσαλὴμ ᾠκοδόμησε καὶ τὸν ναὸν ἀνεκτίσατο, ζήσας τὸ λοιπὸν ἐν εὐσεβείᾳ. Προεφήτευον Ἰωήλ, Ἀβδιοῦ, Ἰωνᾶς, Ναούμ, Ἀμβακούμ. Ὀλδὰ γυνπαρ' Ἑβραίοις προεφήτευε. Τοῦ Ἰούδα ιεʹ ἐβασίλευσεν Ἀμὼς υἱὸς Μανασσῆ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωμζʹ. 255 Οὗτος πονηρότατος ἦν. τοῦτον τῷ βʹ ἔτει αὐτοῦ ἀνεῖλον οἱ περὶ αὐτόν· ὁ δὲ λαὸς ἐπεξῆλθε τῷ φόνῳ τὸν Ἀμὼς υἱὸν Μανασσῆ. δώδεκα ἔτη Εὐσέβιος λέγει βασιλεῦσαι κατὰ τοὺς οʹ· ψεύδεται δέ. Τοῦ Ἰούδα ιςʹ ἐβασίλευσεν Ἰωσίας υἱὸς Ἀμὼς ἔτη λαʹ. τοῦ δὲ κόσμουἦν ἔτος δωμθʹ. καὶ Γεδιδᾶς τῆς Ὀζίου θυγατρός. Σκύθαι τὴν Παλαιστίνην κατέδραμον καὶ τὴν Βασὰν κατέσχον τὴν ἐξ αὐτῶν κληθεῖσαν Σκυθόπολιν. Χελκίας ἀρχιερεὺς ἱεράτευσε πατὴρ Ἱερεμίου καὶ Σωσάννης. Σοφονίας προεφήτευε. Τῷ ιγʹ ἔτει Ἰωσίου, κόσμου δὲ ἔτει δωξγʹ ἤρξατο προφητεύειν Ἱερεμίας. ἀπὸ δὲ τοῦ εʹ ἔτους τῆς προφητείας αὐτοῦ, τοῦτ' ἔστιν ἀπὸ τοῦ ιηʹ ἔτους Ἰωσίου, ἀριθμοῦσί τινες τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἕως τοῦ αʹ ἔτους Κύρου. Ὀλδὰ γυνὴ Ἑβραία προεφήτευεν. Ἰωσίας υἱὸς Ἀμὼς καὶ Γεδδιδὰς τῆς Ὀζίου θυγατρὸς ἐβασίλευσε τοῦ Ἰούδα, ὀκταέτης ὢν ἀρξάμενος τοῦ βασιλεύειν, ἔτη λδʹ. Οὗτος εὐσεβέστατος πάντων τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν βασι λευσάντων ὤφθη. ἐπὶ αὐτοῦ Χελκίας ἀρχιερεὺς εὑρὼν ἐν τῷ ναῷ βιβλίον τοῦ νόμου καὶ Σαφατεὶ τῷ γραμματεῖ κοινωσάμενος ἐπέδειξε τῷ Ἰωσίᾳ. ὁ δὲ τοὺς θείους λόγους ἐπαναγνωσθέντας ἀκούσας, σφόδρα θεοφιλὴς ὤν, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ, καὶ τὸν ναὸν τοῦ θεοῦ καθαρίσας ἀπὸ τῶν βδελυγμάτων ὧν ἔστησεν ὁ πατὴρ αὐτοῦ Ἀμώς, τήν τε Ἱερουσαλὴμ καὶ ὅλον τὸν Ἰούδαν ἀποστήσας τῆς εἰδωλολατρείας τὰ εἴδωλα καὶ τὰ τῶν ἀσεβῶν ὀστᾶ τοῖς θυσιαστηρίοις ἐπέκαυσε, παντοίως ἐκπορθήσας τὰ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ τὴν Σαμάρειαν μιάσματα, καθὼς προεφήτευσε περὶ αὐτοῦ ὁ ἐξ Ἰούδα παραγενόμενος προφήτης πρὸς Ἱεροβωάμ, ὃν ἐθανάτωσεν ὁ λέων ὑποστρέφοντα διότι ἔφαγεν εἰς τὸν οἶκον τοῦ συμπρο φήτου αὐτοῦ. ἐπὶ αὐτοῦ τὸ θαυμαστὸν ἤχθη πάσχα. 256 Οὗτος συμβαλὼν εἰς πόλεμον τῷ Νεχαῷ Φαραῷ οὐκ ἐπελθόντι αὐτῷ, ἀλλὰ καὶ παραιτουμένῳ τὴν πρὸς αὐτὸν μάχην, κατατοξευθεὶς Ἰωσίας ἐτελεύτησεν, ἀποκομισθεὶς εἰς Ἱερουσαλήμ. Ἰωσίας υἱὸς Ἀμὼς υἱοῦ Μανασσῆ λʹ καὶ ἓν ἔτος βασιλεύσας ἐν Ἱερουσαλὴμ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν βασιλεῖς ὑπερῆρε τῷ θείῳ ζήλῳ, τά τε πανταχοῦ εἴδωλα καὶ σεβάσματα καθελὼν καὶ τοὺς εἰδωλο λατροῦντας ἐξάρας, τοὺς μὲν ζῶντας, τοὺς δὲ θανόντας ἐν τοῖς τάφοις αὐτῶν. Τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγένετο πάσχα ἐν Ἱερουσαλήμ, οἷον, φησὶν ἡ τῶν Παραλειπομένων βʹ βίβλος, οὐκ ἐγένετο ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραήλ. οὐκ ἐποίησαν ὡς τὸ φασέκ, ὃ ἐποίησεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰούδας καὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλήμ. Οὗτος τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφεὶμ καὶ τὰ εἴδωλα καὶ τὰ καρεσείμ, ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἰσραήλ, ἐνεπύρισεν, ἵνα στήσῃ τοὺς λόγους τοὺς γεγραμμένους τοῦ νόμου ἐπὶ τοῦ βιβλίου ὃ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου.