115
ἀπαγγείλατε βασιλεῖ τῷ ὑμετέρῳ, ὡς, ἐγὼ μὲν ἀσπαζόμενος τὴν εἰρήνην πρότερον πολλάκις διεπρεσβευσάμην πρός σε περὶ αὐτῆς· σοῦ δὲ οὐδὲν ἐπιεικὲς ἀποκρινομένου, τῇ τοῦ σταυροῦ δυνάμει θαῤῥῶν, ὃν αὐτὸς ἐγγυητὴν ἐμοὶ παρέσχου τοῦ μηδέποτε παρασπονδῆσαι, βαδιοῦμαι ἐπὶ σέ.» βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν. οἱ πρέσβεις δὲ ᾗ τάχους εἶχον, πρὸς βασιλέα ἀφιγμένοι τὸν ἑαυτῶν, τούς τε λόγους ἀπήγγελλον βασιλέως, καὶ ὡς ἡ στρατιὰ τοσαύτη τε οὖσα καὶ οὕτως ὡπλισμένη ἐν ὁδῷ εἰσιν ἤδη τῇ πρὸς αὐτούς. Μιχαὴλ δὲ πρότερον μὲν οὐκ ἂν οἰόμενος εἰς χεῖρας αὐτοῖς ἰέναι Ῥωμαίους ὑπομεῖναι, τότε δὲ ἤδη ὁρῶν αὐτοὺς ὡρμημένους πρὸς τὴν μάχην, τό, τε πλῆθος καὶ τὴν παρασκευὴν πυθόμενος ὅση ἦν, οὐκ ἔγνω δεῖν ἐν πολεμίᾳ εἰς προῦπτον κίνδυνον καθιστᾷν ἑαυτόν. καὶ πέμψας πάλιν τοὺς πρέσβεις ᾗ ἐδύναντο τάχιστα πρὸς βασιλέα, τό, τε πόλισμα Βουκέλου ἐπηγγέλλετο παραδώσειν καὶ εἰρήνην ἄξειν τοῦ λοιποῦ, καὶ ἐδεῖτο βασιλέως εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπαγαγεῖν τὴν στρατιάν. βασιλεὺς δὲ ὁρῶν αὐτοῖς ἐν καλῷ τῷ σχήματι τὴν ἀναχώρησιν γινομένην καὶ τὴν νίκην ἀναιμωτὶ προσγινομένην, ἄσμενος ἀνεχώρησε πρὸς τὸ στρατόπεδον. τό, τε γὰρ πρότερον μὴ λόγοις καὶ τῇ τοῦ καλοῦ καὶ δικαίου κρίσει τὸν Μιχαὴλ πεισθῆναι τὸ Βουκέλου ἀποδοῦναι, ἀλλὰ νῦν καὶ τὸ, ἤδη πρὸς μάχην παρατεταγμένης τῆς Ῥωμαίων στρατιᾶς, τὴν ἔφοδον αὐτῶν οὐχ ὑπομεῖναι, ἀλλὰ καὶ πρὸ τῆς συμβολῆς ἡττῆσθαι ταῖς γνώ 1.328 μαις καὶ δείσαντας ἀπαγορεῦσαι τὴν μάχην, τὸ Ῥωμαίων 1.328 ἡττῆσθαι φανερῶς ὁμολογούντων ἦν. καὶ διὰ τοῦτο καὶ βασιλεῖ ἐδόκει χρῆσθαι τῷ καιρῷ καὶ μὴ πέρα τοῦ προσήκοντος φιλονεικεῖν. ἐν γὰρ τοῖς προτέροις χρόνοις, Ἀνδρονίκου τοῦ πρεσβυτέρου βασιλέως ἄρχοντος, πολλὰς ἐς τὴν Ῥωμαίων ἐσβολὰς τῶν Μυσῶν ποιησαμένων, ἐπεὶ οὐδεὶς αὐτοῖς ἀντεπεξῆλθεν, ἀλλὰ πρεσβείαις καὶ λόγοις πιθανοῖς διελύετο τὰς πρὸς αὐτοὺς διαφορὰς ὁ βασιλεὺς, ᾤοντο ὥς τισιν ἀμάχοις μηδὲ προσβλέπειν ἔτι δυνήσεσθαι τοὺς Ῥωμαίων βασιλέας. τότε δὲ ὁ Μιχαὴλ ὁρῶν ἤδη βασιλέα ἐπιόντα πολλῇ τε καὶ ἀγαθῇ τῇ στρατιᾷ, οὐ τὰς αὐτὰς εἶχε γνώμας, ἀλλ' ἐδόκει δεῖν ὑποχωρεῖν. τοιοῦτον γὰρ τὸ βαρβαρικὸν ἅπαν, τοῖς τε οὐχ ὑπομένουσιν ἐπελαῦνον ἀκρατῶς καὶ μετὰ πολλῆς ἐπικείμενον ὁρμῆς, καὶ τοῖς μὴ ἐκπληττομένοις, ἀλλὰ μένουσιν ἐν τῷ πολεμεῖν, οὐκ αὐτοὶ ἀντεπιόντες. ἡ μέντοι στρατιὰ Ῥωμαίων μονονουχὶ τὰ ἀπὸ τῶν πολεμίων σκῦλα οἰόμενοι ἀποστερεῖσθαι, ἠνιῶντο, ὅτι μὴ συνέβαλον Μυσοῖς· τοσαύτη προθυμία κατέσχε πάντας πρὸς τὴν μάχην. ὅμως τῶν περὶ τῆς εἰρήνης συνθηκῶν γεγενημένων, τό, τε Βουκέλου ἀπέδωκεν ὁ Μιχαὴλ πρὸς βασιλέα, καὶ ἔφιπποι εἰς τὴν ὑστεραίαν ἑνωθέντες, τήν τε φιλίαν ἀνενεώσαντο, καὶ Ῥωμαίοις καὶ Μυσοῖς οὐκέτι πόλεμος ἐκινήθη, ἀλλ' εἰρήνην ἦγον τοῦ λοιποῦ. συνθέμενοι δὲ ἀλλήλοις ὡς εἰς τοὐπιὸν ἐν ταὐτῷ γενήσονται ὅποι ἂν δοκῇ, ὁ μὲν εἰς Μυσίαν, 1.329 βασιλεὺς δὲ εἰς Βυζάντιον ἐπανῆκον, καὶ ἡ στρατιὰ διελύθησαν κατὰ πόλεις. δʹ. Τοῦ Συργιάννη δὲ ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως Ἀνδρονίκου, καθάπερ ἔφθημεν εἰπόντες, ἐν δεσμωτηρίῳ φρουρουμένου ὑπὸ κλοιοῖς, ἐπεὶ ὁ νέος βασιλεὺς Βυζάντιον ἑλὼν τῆς ἁπάσης ἀρχῆς ἤδη ἐγκρατὴς ἦν, ὁ μέγας δομέστικος Συργιάννη μνησθεὶς καὶ πρὸς αὐτὸν εἰς τὸ δεσμωτήριον ἐλθὼν, ἐπεὶ τήν τε ἄλλην ἀπὸ τοῦ δεσμωτηρίου κακοπάθειαν καὶ μάλιστα τὴν ἀπὸ τῶν κλοιῶν πιέζουσαν αὐτὸν ἑώρα, βασιλέως ἐδεήθη πρῶτα μὲν ἀφεθῆναι τῶν κλοιῶν· ἔπειτα δὲ καὶ ἀπὸ τοῦ δεσμωτηρίου, ἐν ᾧ ἐφρουρεῖτο, εἰς τὸν τοῦ Ἀνεμᾶ καλούμενον πύργον γυναικὶ καὶ τέκνοις συνδιάγειν· καὶ κατεπράξατο αἰτήσας. ἔτι μέντοι ἐφρουρεῖτο· κατὰ δὲ τὴν ἐκ Θρᾴκης πρὸς Βυζάντιον ἐπάνοδον αὐτῶν αὖθις βασιλέως ὁ μέγας δομέστικος ἐδεῖτο, τελέως τῆς εἱρκτῆς ἀπολυθῆναι Συργιάννην. μικρὸν δὲ ἐπισχὼν ὁ βασιλεὺς, λελυπῆσθαι ἔλεγε καὶ πάνυ παρ' αὐτοῦ νυνὶ, καὶ τὰς αἰτίας προσετίθει, ἀναξίας φάσκων τῆς πρὸς αὐτὸν φιλίας τὰς διανοίας ἔχειν αὐτόν. τοσοῦτον γὰρ αὐτῷ περιεῖναι τῆς πρὸς αὐτὸν φιλίας, ὥστ' εἰ καθ' ἡντιναοῦν αἰτίαν οἰκείους ἔδοξεν