115
∆αρείου οὐκέτι ἀντεῖχον, ἀλλ' εκλιναν εἰς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ ̓Αλεξάνδρῳ φορά· αι τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ ταλλα προσέθεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ τήν τε Παμφυλίαν εσχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· ειτα Παφλαγόνας καὶ Καππαδόκας ἐχειρώσατο. 1.289 ∆αρεῖος δὲ ἐκ Σούσων σὺν ἑξήκοντα μυριάσιν ωρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ θράσος εχων ὡς δειλιῶντος ̓Αλεξάνδρου, οτι ἐπὶ μακρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον ην, οτε πρὸς τῶν αλλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος ὁ ̓Ακαρνὰν ἐθάρσησε φαρμακεῦσαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖλαι αὐτῷ ὑπὸ ∆αρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας ειχε παρ' ἑαυτῷ. αρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρρῶν ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνεχείρισε. καὶ ὁ μὲν επινεν, ὁ δὲ ἀνεγίνωσκεν, ἐνορῶντες ἀλλήλοις, ὁ μὲν ̓Αλέξανδρος ἐν οψει χαριέσσῃ καὶ ἱλαρᾷ, ὁ δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθορυβημένῃ. τοῦ δὲ ∆αρείου σπεύδοντος ἐπ' ̓Αλέξανδρον, ιν', ὡς ελεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακεδὼν ̓Αμύντας ων αὐτόμολος παρ' αὐτῷ "θάρρει" εφη, "ω βασιλεῦ· οὐ γὰρ φεύξεται ὁ ̓Αλέξανδρος, ἀλλ' οσον ηδη βαδιεῖται πρὸς σέ." ̓Εν ̓Ισσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτηθείσης, πολλὴν μὲν καὶ ὁ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ ̓Αλεξάνδρῳ ῥοπήν, πλείω δ' αὐτὸς ἑαυτῷ δεξιῶς στρατηγήσας. οτε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νικήσας ∆αρεῖον μὲν οὐχ ειλε φυγόντα, τὸ αρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ελαβε. τὸ δὲ ∆αρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, ἡ μέντοι τοῦ ∆αρείου σκηνὴ τῷ ̓Αλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θεραπείας καὶ τοῦ πλούτου καὶ τῆς αλλης παρασκευῆς. ειτα τὴν μητέρα καὶ τὴν γυναῖκα ∆αρείου καὶ δύο 1.290 θυγατέρας αἰχμαλώτους αγεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος ∆αρείου, ἐπεὶ τὸ αρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθήσας δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμητον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα οτι τε ζῇ ∆αρεῖος καὶ οτι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι ∆αρεῖον, ἀλλ' ὑπὲρ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι. ουτε δὲ τῆς θεραπείας ης ειχον ἀφείλετό τι ουτε εἰς οψιν ηλθεν αὐταῖς ουτε παρά του ἀνάξιόν τι ταύτας παθεῖν η προσδοκῆσαι ἠνέσχετο. Ηδη δὲ νενικηκὼς ἐν ̓Ισσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς ∆αμασκοῦ, ενθα οἱ Πέρσαι καὶ ∆αρεῖος αὐτὸς τά τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. μετὰ δὲ ταῦτα η τε Κύπρος καὶ ἡ Φοινίκη, τῆς Τύρου χωρίς, αὐτῷ ἐγκεχείριστο. ἡ δὲ Τύρος πολιορκίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ ̓Αλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ ὁ ̔Ηρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· ὁ δ' ετερος ονειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δ' ουτος ὁ ονειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς "σὰ Τύρος εσται." ειτα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς Συρίας μεγάλην, ἐπλήγη τὸν ωμον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αἰγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ ̔Ελληνίδα εἰς ονομα οἰκεῖον ἱδρύσασθαι, καί τινα τόπον ηδη τῇ πόλει ἀφώρισε. κοιμωμένῳ δὲ ἀνὴρ εδοξεν ἐπιστῆναι πολιός τε καὶ γεραρός, ειναι δὲ τὸν φανέντα τὸν Ομηρον, καὶ λέγειν τὰ επη ταῦτα, 1.291 νῆσος επειτά τις εστι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλήσκουσιν. ἀναθορὼν ουν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυΐᾳ ἐκεῖ τὴν πόλιν ἱδρύσατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον ουσαν τὸ πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι εφη ὡς Ομηρος αρα ταλλα τε μέγας ην καὶ ἀρχιτέκτων σοφός. εἰς Αμμωνος δὲ ἱερὸν ἀπιὼν δι' ἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν αὐτῷ παρομαρτοῦσαν ἐν απασιν