115
ἐπιτατικόν. δάσκιον εἰσελάσαντες ελος. ∆αυλίσ. πόλις ἐν τῷ Παρνασσῷ κειμένη. ∆αυλία. δασεῖα. δαυλία κορώνη, ἀηδών. ∆αυΐδειος σορὸς καὶ ∆αυΐδειον μέλοσ. τὸ τοῦ ∆αυΐδ. ∆άφνη. δαοφώνη τὶς ουσα, ἡ ἐν τῷ δαίεσθαι φωνοῦσα. ∆αφνοῦσ. πόλις Φοινίκης. ἀρσενικῶς. ὁ πολίτης ∆αφνούτιος, η ∆αφνούσιος, καὶ θηλυκῶς ∆αφνουσίς. τὸ ἐθνικὸν ∆αφνουσαῖος. εστι καὶ ∆αφνουσὶς λίμνη, πλησίον τοῦ ̓Ολύμπου τοῦ Βιθυνοῦ. ∆αψίλεια. πλουσιότης. ∆ασυλίδεσ. αἱ δασεῖαι. *∆άφνη. παρὰ τὸ δαίω τὸ καίω, ἡ φωνοῦσα ἐν τῷ δαίεσθαι, ο ἐστι καίεσθαι.* (Οὐδέτερον.) ∆αίδαλα. τὰ ποικίλα κατασκευάσματα. ∆αῖασ. τέρας πολεμικόν. ∆άκος καὶ δάκeta. θηρία. ἰοβόλα ἑρπετά. ἡ εὐθεῖα τὸ δάκος. ἐμὲ δεῖ φεύγειν δάκος ἀδινὸν καὶ κατηγορίαν. τὸ δὲ δάκετον παρὰ τὸ δάκνω, δάκνετον καὶ δάκετον. σημαίνει δὲ τὸ δάκος καὶ δῆγμα, οιον· σῆμα δέ τι δάκεος αἱμοῤῥόου. delta.470 ∆αιτήριον. μεριστήριον. ἀπὸ τοῦ δαῖσαι τὸ μερίσαι. ∆άκρυον. φθαρτῆς φύσεως ἰδίωμα, οπερ ̓Αδὰμ πρὸ τῆς παραβάσεως οὐκ ἐκέκτητο. παρὰ τὸ δάκνω δάκνυον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἐξέρχεται τὸ δάκρυον. η ἀπὸ τοῦ δήκω, ενθεν εδακον. θυμοδακὴς γὰρ μῦθος τὸ δάκρυον. τὸ πληθυντικὸν τὰ δάκρυα, ἡ δοτικὴ δακρύοις. πόθεν ουν τὸ δάκρυσιν; ἡ ἐπὶ τέλει συλλαβὴ ἡ τοῖς εἰς ἰῶτα τρέπεται· προβάτοις, πρόβασιν, ἐγκάτοις, εγκασι, πετάλοις, πέταλσι. πᾶν γὰρ εἰς ἰῶτα, εχον ἀμετάβολον πρὸ τέλους, τοῦτο εχει ἐν τῇ εὐθείᾳ, ῥήτορσι, ῥήτωρ. τὸ δὲ δάκρυ γέγονεν ἀπὸ τοῦ δακρύμην, οὐ κατὰ ἀποκοπὴν, ἀλλὰ κατὰ σχηματισμόν. τὸ δάκρυ τοίνυν, ἡ γενικὴ δάκρεος, ἡ δοτικὴ δάκρος· καὶ τὸ πληθυντικὸν δάκρεα, ὡς πώεα, αστεα. η ἀπὸ τοῦ δάκρυα κατὰ συγκοπήν. ∆αμώματα. τὰ δημόσια ᾀδόμενα. ∆ανά. τὰ ξηρὰ ξύλα. Καλλίμαχος· δανὰ ξύλα κεάσαι. ητοι σχίσαι. καὶ δανότατον τὸ ξηρότατον. παρὰ τὸ δαίω, τὸ καίω. τὸ ˉδˉα μακρόν. ∆άνειον. παρὰ τὸ δάνος, ο σημαίνει τὸ δῶρον, ὡς τέλος τέλειον. ∆ίδυμος τὸ χρονίζον λέγει χρέος. παρὰ τὸ δὴν, δάνος καὶ δάνειον. ∆αόνιον. πόλις Θρᾴκης. delta.471 ∆άοσ. λαμπάς. παρὰ τὸ δαίω, δάος. ∆άπεδον. τὸ εδαφος, ἡ γῆ. παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸ πέδον, ἡ γῆ. τουτέστι τὸ μέγα καὶ πλατύπεδον. τὸ δὲ δα γίνεται καὶ ζα, κατὰ μετάθεσιν τοῦ δ εἰς ζ. ∆ασκύλιον. τόπος ἐν τῷ κόλπῳ Νικομηδείας. ∆ατόν. παρὰ ̔Ρωμαίοις σημασία τῆς ἡμέρας καὶ τοῦ καιροῦ, οτε τὶς ἐκ πόλεως η ἐκ τινὸς τόπου ἀποστελεῖ. ∆αυλόν. δασύ. *∆αυίδειον. μέλος τὸ τοῦ ∆αυίδ.* ∆αφοινόν. τὸ πάνυ φοινίσσον, η τὸ φοινικὸν, η τὸ πυῤῥόν. ∆αίσιμον. τὸ ἐδώδιμον. ( ̔Ρῆμα.) ∆ᾳδουχεῖ. φαίνει· λαμπαδουχεῖ. ∆αδύσσω. τὸ ταράσσω. ∆αείσ. καεὶς, καὶ ἀντὶ τοῦ μαθών. ∆αϊκταμένοισ. ἀναιρουμένοις. ∆αΐζων. διακόπτων. ἀπὸ τοῦ δαίω τὸ κόπτω, η παρὰ τὴν δαΐδα, ο σημαίνει τὴν μάχην. ∆αιμονᾷν. ὑπὸ δαίμονος κατέχεσθαι. ∆αίnu. εὐώχει. Ομηρος· δαίνυ δαῖτα γέρουσι- ∆αίω. τὸ μανθάνω. ∆αίω. τὸ καίω. delta.472 ∆αίρω. τὸ τύπτω. δέρω δὲ, τὸ ἐκδέρω, ψιλόν. ∆αίνυσθαι. τὸ εὐωχεῖσθαι. ∆αινύω καὶ δαίνυμι. παρὰ τὸ δαίω τὸ εὐωχοῦμαι, καὶ πλεονασμῷ τοῦ ν, δαίνω. δαινύω καὶ δαίνυμι, δαίνυμαι, ὁ παρατατικὸς ἐδαινύμην, ἐδαίνυσο, ἐδαίνυτο, τὸ τρίτον τῶν πληθυντικῶν ἐδαίνυντο, καὶ κατὰ ἀποβολὴν τοῦ ˉε δαίνυντο. ∆αΐξασ. διακόψας. ∆ακρυῤῥοεῖν. δάκρυα ῥέειν. ∆άκνω. παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸ καίνω γίνεται δακαίνω· ἐξ ου τὸ δάκνω κατὰ ἀποβολὴν τοῦ ι, καὶ πλεονασμῷ τοῦ γ. ∆αμέντεσ. φονευθέντες. δαμασθέντες. ∆άμνει. ἀντὶ τοῦ δαμάζει. ∆άμνημι. ἀντὶ τοῦ δαμάζω. ∆αμεῖεν. δαμασθεῖεν. δαμῶ τὸ ὑποτάσσω. ὁ μέλλων δαμήσω, ὁ δεύτερος ἀόριστος εδαμον, ὁ παθητικὸς ἐδάμην, ἐδάμομεν, ἡ μετοχὴ δαμεὶς, δαμέντος, τὸ εὐκτικὸν δαμείην, δαμείημεν, δαμείητε, καὶ δαμεῖεν. δαμείησαν δὲ ωφειλε. ∆ανεῖσαι. τούτου τὸ χρῆσαι αἱρετώτερον. τὸ μὲν χρῆσαι ἐπὶ φίλων, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας. ∆απανᾷν. οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῇν καὶ εἰς ἀναλώματα μεγάλα ἐμβάλλειν. delta.473 ∆άπτω. τὸ μετὰ σπαραγμοῦ ἐσθίω καὶ διὰ στόματος σπαράττω. ἐξ ου καὶ τὸ δάψαι. μή με εα παρὰ νηυσὶ κύνας καταδάψαι ̓Αχαιῶν. παρὰ τὸ ˉδˉα καὶ τὸ απτω. κυρίως δὲ τὸ λάβρως ἐσθίειν.