αὐτὸς ἀπελείπετο, ἀλλὰ στῖφος ἁγίων ἀνδρῶν οὐδαμῶς οἰκτιζόμενος, χείρονα τῶν στρατιωτῶν διεπράττετο. Ὡς δὲ ἐπὶ τὸν τόπον ἐγίνοντο, κατελάμβανον τοὺς ἄνδρας τὰ συνήθη πράττοντας, εὐχομένους, πάθη θεραπεύοντας, δαίμονας ἐξελαύνοντας. Οἱ δὲ μικρὰ τῶν τοῦ Θεοῦ θαυμάτων φροντίσαντες, οὐδὲ τὰς συνήθεις εὐχὰς ἐν τοῖς εὐκτηρίοις τόποις συνεχώρουν ἐπιτελεῖσθαι· ἀλλὰ αὐτοὺς καὶ τούτων ἐξέβαλλον. Καὶ οὐκ ἐπὶ τούτων μόνον ἔστησαν, ἀλλὰ προϊόντες τοῖς ὅπλοις ἐκέχρηντο κατ' αὐτῶν. Ταῦτα καὶ ὁ Ῥουφῖνος ἑωρακέναι παρὼν καὶ πεπονθέναι φησίν· ἀνενεοῦντό τε καὶ ἐπ' αὐτῶν τὰ τοῦ ἀποστόλου λεγόμενα· ἐνεπαίζοντο γὰρ, καὶ «μαστίγων πεῖραν ἐλάμβανον, ἐγυμνοῦντο, ἐδεσμοῦντο, ἐλιθάζοντο, ἐν φόνῳ μαχαίρας ἀπέθνησκον, ἄνδρες περιερχόμενοι κατὰ τὴν ἔρημον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπ' ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς·» καὶ ταῦτα, μαρτυρηθέντες ὑπό τε τῆς πίστεως καὶ τῶν ἔργων καὶ τῶν ἰαμάτων, ὅσα ἐν ταῖς χερσὶν αὐτῶν ἡ τοῦ Χριστοῦ χάρις εἰργάζετο. Ἀλλ' ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ πρόνοια ταῦτα παθεῖν τοὺς ἄνδρας συνεχώρησεν, «κρεῖττόν τι προβλεψαμένη,» ἵνα δι' ὧν αὐτοὶ κακῶς ἔπασχον, ἕτεροι τὴν ἐν Θεῷ σωτηρίαν εὕρωσιν· καὶ τοῦτο ἡ ἀπόβασις ἔδειξεν. Ὡς οὖν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες κρείττονες τῆς ἐπιφερομένης ἀνάγκης ἐγίνοντο, ἀποκνήσας ὁ Λούκιος γνώμην δίδωσι τῷ ἡγουμένῳ τοῦ στρατιωτικοῦ τάγματος, ὑποβάλλειν ἐξορίᾳ τοὺς πατέρας τῶν μοναχῶν· αὐτοὶ δὲ ἦσαν ὁ Αἰγύπτιος Μακάριος καὶ ὁ Ἀλεξανδρεὺς, ὁ τούτου ἐπώνυμος. Ἐξωρίζοντο οὖν οἱ ἄνδρες εἰς νῆσόν τινα, ἥτις οὐδένα τῶν Χριστιανῶν εἶχεν οἰκήτορα· κατ' αὐτήν τε τὴν νῆσον ἐτύγχανεν ὂν ἱερὸν, καὶ ἱερεὺς ἐν αὐτῷ, ὃν πάντες οἱ ἐκεῖ ἶσα θεῷ ἔσεβον. Γενομένων δὲ τῶν θεοφιλῶν ἀνδρῶν ἐν τῇ νήσῳ, πάντα μὲν τὰ ἐκεῖ δαιμόνια ἐν θορύβῳ καὶ φόβῳ ἐγίνοντο. Συνέβαινε δὲ κατ' αὐτὸ καὶ τοιοῦτό τι πρᾶγμα γενέσθαι· ἡ τοῦ ἱερέως θυγάτηρ ἄφνω ὑπὸ δαίμονος κάτοχος γενομένη ἐξεμάνη, καὶ πάντα ἀνέτρεπεν· ἀκατάσχετός τε ἦν, καὶ οὐδενὶ τρόπῳ ἡσυχάσαι ἠδύνατο· ἀλλ' ἐβόα μεγάλα, καὶ πρὸς τοὺς θεοφιλεῖς ἐκείνους ἄνδρας, «Τί,» φησὶν, «ἤλθετε καὶ ἐντεῦθεν ἐξελάσαι ἡμᾶς·» Πάλιν οὖν οἱ ἄνδρες ἐκεῖ τὸ ἴδιον ἔργον, ὃ ἐκ Θεοῦ χάριτος εἰλήφασιν, ἐπεδείκνυντο· ἐξελάσαντες γὰρ τὸν δαίμονα τῆς παρθένου, καὶ ὑγιῆ αὐτὴν τῷ πατρὶ παραδόντες, εἰς πίστιν τοῦ Χριστιανισμοῦ ἤγαγον τόν τε ἱερέα καὶ πάντας τοὺς ἐκεῖ ἐνοικοῦντας ἐν τῇ νήσῳ. Εὐθὺς οὖν τὰ μὲν ἀγάλματα ἐξέβαλον· τὸ δὲ σχῆμα τοῦ ναοῦ εἰς ἐκκλησίας τύπον μεταποιήσαντες, ἐβαπτίζοντό τε καὶ πάντα τὰ τοῦ Χριστιανισμοῦ χαίροντες ἐδιδάσκοντο. Οὕτω μὲν δὴ ἐλαυνόμενοι διὰ τὴν τοῦ «ὁμοουσίου» πίστιν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες αὐτοί τε δοκιμώτεροι ἐγίνοντο, καὶ ἄλλους ἔσωζον, καὶ τὴν πίστιν βεβαιοτέραν εἰργάζοντο. 4.25 Περὶ ∆ιδύμου τοῦ τυφλοῦ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἕτερον ἄνδρα πιστὸν ἀνέδειξεν ὁ Θεὸς, δι' αὐτοῦ μαρτυρηθῆναι δικαιώσας τὴν πίστιν. ∆ίδυμος γὰρ, ἀνὴρ θαυμαστὸς καὶ ἐλλόγιμος, κατὰ τὸν αὐτὸν ἤνθησε χρόνον, πάσῃ διαπρέψας παιδεύσει· οὗτος κομιδῇ νέος ὢν, καὶ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα μαθὼν, τῷ τῆς ὀφθαλμίας περιέπεσε πάθει, καὶ κακῶς διατεθεὶς τὸ ὁρατικὸν ἀπέβαλεν. Ὁ Θεὸς δὲ αὐτῷ ἀντὶ τῶν αἰσθητῶν ὀφθαλμῶν παρέσχε τοὺς νοητούς· ἃ γὰρ δι' ὀφθαλμῶν παιδευθῆναι οὐκ ἴσχυσε, ταῦτα δι' ἀκοῆς ἐξεμάνθανε. Ἐκ παιδὸς γὰρ ὢν εὐφυὴς, καὶ ψυχῆς λαχὼν ἀγαθῆς, ἐνίκα τοὺς εὐφυεῖς καὶ ὀξύτατα βλέποντας· γραμματικῆς τε γὰρ τοὺς κανόνας ῥαδίως κατώρθου, καὶ ῥητορικῆς πάλιν θᾶττον ἐλάμβανεν. Ἐλθὼν δὲ ἐπὶ τὰ φιλόσοφα θαυμαστῶς πως καὶ τὴν διαλεκτικὴν ἐξέμαθε, καὶ ἀριθμητικήν τε καὶ μουσικὴν, καὶ τὰ ἄλλα τῶν φιλοσόφων μαθήματα ἐν τῇ ψυχῇ κατέθετο, ὡς προθύμως αὐτὸν ἀπαντᾷν πρὸς τοὺς ταῦτα δι' ὀφθαλμῶν κατορθώσαντας. Οὐ μὴν ἀλλὰ καὶ τὰ θεῖα λόγια παλαιᾶς καὶ καινῆς ∆ιαθήκης οὕτως ἀκριβῶς ἐγνώκει, ὥστε πολλὰ μὲν ἐκδοῦναι βιβλία· ὑπαγορεῦσαι δὲ καὶ τὰ «περὶ Τριάδος» τρία βιβλία·