115
μὲν ἔγραψεν, ἐγὼ δὲ φειδοῖ τοῦ Σωκράτους εἰπεῖν οὐκ ἀνέξομαι· τοσαύτην ἔχουσιν ἀτοπίαν καὶ παροινίαν Σωκράτους καὶ λώβην τοῖς ὀξυρρόποις περὶ τὸ πταίειν ἐκεῖνοι οἱ λόγοι ἐν ἐκείνῳ τῷ 12.60 διαλόγῳ. Καὶ ἑσπερίσαι αὐτὸν καὶ διανυκτερεῦσαι πίνοντα ἔφη, καὶ τῶν ἄλλων ἀπειρηκότων ἤδη καὶ τὸν ὕπνον ἀσπασαμένων, ἐγρηγορότα μεῖναι πίνοντα καὶ μεταξὺ διαλεγόμενον, ὀνησιφόρον μὲν οὐδέν, ἃ δὲ Ἀλκιβιάδῃ καὶ Ἀριστοφάνει καὶ τοῖς ἄλλοις ἥρμοττε κωμασταῖς. 12.61 Καὶ ὁ Πορφύριος δέ, τὴν Φιλόσοφον ἱστορίαν ξυγγράψας, πρῶτον μὲν αὐτὸν ἀκρόχολον καὶ εὐόργητον εἴρηκε γεγενῆσθαι, Ἀριστοξένῳ μάρτυρι κεχρημένος τὸν Σωκράτους βίον ξυγ 12.62 γεγραφότι. Ἔφη γὰρ μηδενὶ ἑτέρῳ ἐντετυχηκέναι πιθανωτέρῳ ἐκείνου· τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπι φαινόμενον ἦθος καὶ πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὴν τοῦ 12.63 εἴδους ἰδιότητα. Γίνεσθαι δὲ τοῦτο, ὅτε μὴ ὀργίζοιτο· ὅτε δὲ ληφθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην· οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε τοῦ πράγματος. Καὶ ἄλλα δὲ τοιαῦτα διεξελθών, δείκνυσιν αὐτὸν καὶ ταῖς ἡδυπαθείαις 12.64 δεδουλωμένον· λέγει δὲ οὕτως· "Πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφοδρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι· ἢ γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. ∆ύο δὲ σχεῖν γυ ναῖκας ἅμα, Ξανθίππην μὲν πολῖτιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου θυγατριδῆν τοῦ Λυσιμάχου. Καὶ τὴν μὲν Ξανθίπ πην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς ὁ Λαμπροκλῆς ἐγένετο· τὴν δὲ Μυρτὼ γαμηθεῖσαν, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος. 12.65 Αὗται δὲ ξυνάπτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὰν παύσαιντο, ἐπὶ τὸν Σωκράτην ὥρμων, διὰ τὸ μηδέποτε αὐτὰς μαχομένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. Εἶναι δέ φησιν αὐτὸν ἐν ταῖς ὁμιλίαις ἐνίοτε φιλαπεχθήμονα καὶ λοίδορον καὶ ὑβριστικόν." Καὶ ταῦτα δὲ περὶ τοῦ Σωκράτους ὁ Πορφύριος ἔφη· "Ἐλέ 12.66 γετο δὲ περὶ αὐτοῦ, ὡς ἄρα παῖς ὢν οὐκ εὖ βιώσειεν οὐδὲ εὐτάκτως. Πρῶτον μὲν γάρ φασιν αὐτὸν τῷ πατρὶ διατελέσαι ἀπειθοῦντα, καὶ ὁπότε κελεύσειεν αὐτὸν λαβόντα τὰ ὄργανα τὰ περὶ τὴν τέχνην ἀπαντᾶν ὁπουδήποτε, ὀλιγωρήσαντα τοῦ προστάγ 12.67 ματος περιτρέχειν αὐτόν, ὅπου ποτὲ δόξειεν. Ἤδη δὲ περὶ τὰ ἑπτακαίδεκα ἔτη προσελθεῖν αὐτῷ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητήν, φάσκοντα ἐραστὴν εἶναι· τὸν δὲ Σωκράτην οὐκ ἀπώ σασθαι τὴν ἔντευξίν τε καὶ ὁμιλίαν τὴν πρὸς τὸν Ἀρχέλαον, ἀλλὰ γενέσθαι παρ' αὐτῷ ἔτη συχνά· καὶ οὕτως ὑπὸ τοῦ Ἀρχε 12.68 λάου προτραπῆναι ἐπὶ τὰ φιλόσοφα." Εἶτα μετ' ὀλίγα· "Ἦν δὲ καὶ τῶν ἐπιτιμωμένων καὶ τάδε Σωκράτει, ὅτι εἰς τοὺς ὄχλους εἰσωθεῖτο καὶ τὰς διατριβὰς ἐποιεῖτο πρὸς ταῖς τραπέζαις καὶ πρὸς τοῖς ἑρμαῖς." Ταῦτα περὶ Σωκράτους ὁ Πορφύριος ἔφη καὶ ἄλλα ἄττα, ἃ ἑκὼν εἶναι παρέλιπον· ἐξ ὧν καταμαθεῖν ἔξεστιν, ὡς λόγοις ἐπῄνουν ἐκεῖνοι τὴν ἀρετήν, ἠσπάζοντο δὲ τὴν ἡδονὴν 12.69 καὶ τοῖς πάθεσι δουλεύειν ἠνείχοντο. Εἰ γὰρ δὴ κατὰ τὸν Πορ φύριον καὶ περὶ τὰ ἀφροδίσια ὁρμητικῶς εἶχε καὶ δύο γυναιξὶ κατὰ ταὐτὸν ὁμιλῶν οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ ταῖς κοιναῖς ἀνέ δην ἐχρῆτο καὶ τῶν ἐν ταῖς παλαίστραις γυμνουμένων νέων κατὰ τὸν Πλάτωνα τὴν θέαν ἠσπάζετο καὶ δυσόργητος ἦν καὶ μόγις ᾄττοντα κατέχειν ἠδύνατο τὸν θυμὸν καὶ λοίδορον εἶχε τὴν γλῶτ ταν καὶ ἀχαλίνωτον, ποῖον ἄρα εἶδος φιλοσοφίας μετῄει; 12.70 Ὅτι δὲ καὶ Πλάτωνος κατηγοροῦσι τῶν παλαιῶν τινες ὡς πολλὰ πεποιηκότος φιλοσοφίας ἀνάξια, ἀκούσατε Ξενοφῶντος λέγοντος ἐν τῇ πρὸς Αἰσχίνην ἐπιστολῇ· "Αἰγύπτου γὰρ ἠράσ θησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας· ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει διήλεγχεν ἔρως τυραννίδος, καὶ 12.71 ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς τράπεζα." Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ ∆ιονυσίου τοῦ τυράννου ἐν Σικελίᾳ δια τριβήν. Τὰς γὰρ Ἀθήνας καταλιπὼν ἐκείνῳ ξυνῆν, Συρακουσίας ἀπολαύων χλιδῆς, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τῷ ἐκείνου παιδί. Τοσοῦτον δὲ παραινῶν τὸν τύραννον ὤνησεν, ὡς καὶ δεθῆναι κἀν ταῖς λιθοτομίαις