115
οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, καὶ τὴν προτέραν εὐκληρίαν ἀπολαβεῖν, τῶν περιβόλων ἀνορθουμένων, καὶ τῆς κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας σοι θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν. Ἁρμόττει δὲ λίαν αὐτοῖς, "Καὶ τὰ χείλη μου ἀνοίξεις, Κύριε, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου." Αὐτῶν γάρ ἐστι φωνή· "Πῶς ᾄσο μεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;" Ἔχει δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέ λος. Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα προτέθεικεν, εἶτα κατιὼν ἔδειξε τὸν τῶν ὅλων Θεὸν ταῖς κατὰ νόμον θυσίαις οὐκ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπου ράνιον Ἱερουσαλὴμ ἐπὶ γῆς πολισθῆναι, καὶ ὅτι τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δικαιοσύνης ἀναφορὰν καὶ θυσίαν, καὶ τὰ λογικὰ καὶ ζῶντα ὁλοκαυτώματα, περὶ ὧν μακάριος λέγει 80.1253 Παῦλος, "Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰ κτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ τὴν λο γικὴν λατρείαν ὑμῶν." Εἰδὼς γὰρ ὁ θειότατος ∆αβὶδ, ἅτε τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς τοῦ Θεοῦ σοφίας μεμαθηκὼς, ὡς ἡ καινὴ διαθήκη τελείαν ἔχει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ταχίστης καὶ τελείας τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐφιέμενος, καὶ τῆς συντόμου καὶ φιλοτίμου καθάρσεως τυχεῖν καὶ αὐτὸς ὀρεγόμενος, ταῦτά φησι.
ΕΡΜΗΝ. ΤΟΥ ΝΑʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. "Εἰς τὸ τέλος. Συνέσεως τῷ ∆αβίδ. Ἐν τῷ εἰσελθεῖν ∆ωὴκ τὸν
Ἰδουμαῖον, καὶ ἀπαγγεῖ λαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε ∆αβὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ." Καὶ ἐντεῦθεν δῆλον, ὡς διώνυμος ὁ Ἀβιμέλεχ. Ὁ γὰρ ∆οὴκ, ὡς ἡ πρώτη τῶν Βασιλειῶν ἱστορία διδάσκει, τὸν Ἀχιμέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ, καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμῃνε. Τοῦτον δὲ καὶ ἐνταῦθα, καὶ ἐν τῷ τριακοστῷ τρίτῳ ψαλμῷ Ἀβιμέλεχ ὀνο μάζει. Τὴν γεγενημένην κατὰ τῶν ἱερέων συκοφαντίαν μεμαθηκὼς ὁ θεῖος ∆αβὶδ, τοῦτον συν έγραψε τὸν ψαλμὸν, εἰς ὑπομονὴν καὶ καρτερίαν τοὺς ἀδικουμένους ἀλείφων, καὶ τῆς θείας ψήφου διδάσκων τὸ δίκαιον. ∆ιά τοι τοῦτο καὶ "Εἰς τὸ τέλος" ἐπέγραψε τὸν ψαλμὸν, "καὶ συνέσεως," ἵνα συνέσει χρώμενοι, τῶν πραγμάτων τὸ τέλος προσμέ νωμεν. Ἔχει δὲ καὶ πρόῤῥησιν κατὰ ταὐτὸν τῆς Ῥαψάκου μανίας, ὃς ἐξ Ἑβραίων ὁρμώμενος, εἶτα γενόμενος δορυάλωτος, τῶν ἐξανδραποδισάντων Ἀσσυρίων μεμάθηκε τὴν ἀσέβειαν, καὶ βλασφή μοις ἐχρήσατο κατὰ τοῦ Θεοῦ λόγοις, καὶ ἀπατηλοῖς ἐπειράθη φενακίσαι ῥήμασι τῶν Ἰουδαίων τὸ πλῆθος. 80.1256 [Καὶ ἡ μὲν ἐπιγραφὴ τοῦ πρώτου μετὰ τὸν πεντηκοστὸν ψαλμὸν ταύτην ἡμῖν ὑπέθετο τὴν ὑφ ήγησιν. Αὐτὸς δὲ οὗτος ὁ Προφήτης σαφέστερον αὐτὸ ἔφησεν ἀπαρχόμενος ἐντεῦθεν οὕτως·] γʹ. "Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, ἀνομίαν ὅλην τὴν ἡμέραν;" ∆υνατὸν μὲν καλεῖ τὸν ∆ωὴκ, ὡς τῷ Σαοὺλ προσοικειωμένον· τὸν δὲ Ῥαψάκην, ὡς τὸ στρατηγεῖν πεπιστευμένον. Εἰς ἐρώτησιν δὲ σχηματίζει τὸν λόγον, μὴ μέγα φρονεῖν ἐπὶ κακίᾳ παρεγγυῶν, μηδὲ πάντα καιρὸν ἀναλίσκειν εἰς πο νηρίαν. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ' ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκεν δʹ. "Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἠκονημένον, ἐποίησας δόλον." Ψευδέσι, φησὶ, λόγοις μολύνεις τὴν γλῶτταν· τὸ γὰρ ἐλογίσατο, ἀντὶ τοῦ ἐφθέγξατο τέθεικεν· καὶ ξυροῦ δίκην ἠκο νημένου, προσφέρεις τὸν λόγον, τοῖς πειθομένοις ὄλεθρον μηχανώμενος. εʹ. "Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην." Προ είλου, φησὶ, τῶν κρειττόνων τὰ χείρω· καὶ τῶν ἀληθῶν τὰ ψευδῆ προτετίμηκας τῶν ῥημάτων· ὑπὲρ δὲ τὸ δίκαιον ἀσπάζῃ τὸ ἄδικον. ʹ. "Ἠγάπησας πάντα τὰ ῥήματα καταποντι σμοῦ,