115
παρόντος γράμματος ἐπισκέψασθαί σε, προσφωνοῦντές σοι τὰ εἰς εἰρήνην. ὁ Χριστὸς μετὰ σοῦ, ὃν ἐπόθησας καὶ ὑπὲρ οὗ πάσχεις. εὐθύμει, κραταιοῦ, ἴσχυε ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ μὴ τὰ ἐν οἷς εἶ μόνον, ἀλλὰ καὶ ὅσα μέλλει συγχωρεῖν ἐπαχθῆναι εἰς δοκιμὴν τῆς ἀνυποκρίτου σου πίστεως Χριστός. μὴ εἴποις "4ἐξώκειλαν ἱεράρχαι, ἱερεῖς, ἡγούμενοι, κἀγὼ γυνή, τὴν φύσιν ἔχουσα ἀσθενῆ, τί πράξω; πῶς ὑποίσω;"5 μηδαμῶς, ὦ μῆτερ· ἕκαστος ἡμῶν εἴληφεν δύναμιν παρὰ θεῷ, ἀνήρ τε καὶ γυνή, νέος καὶ πρεσβύτης, τῆς μέχρις αἵματος ὑπερμαχήσεως τοῦ θείου νόμου καὶ τῆς ὀρθοδόξου πίστεως ἡμῶν. καὶ οὐκ ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν ἡ τοῦ πέλας πτῶσις. πόσοι καὶ πόσαι ἐν τοῖς ἄνω ὑπὲρ Χριστοῦ μαρτυρίοις; καὶ ὀλίγοι καὶ ὀλίγαι, ἵνα μὴ κατονοματίζω, αἱ τὸν τῆς ἀθλήσεως στέφανον κομισάμεναι. Αὐταῖς οὖν ἐοικυῖα στῆθι καὶ αὐτὴ ἀνδρείως, παρακαλῶ· ὑπὲρ Χριστοῦ γάρ, φησί, πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. δίδου δὲ ἡμῖν καὶ αὐτὴ ἀντὶ λόγου τὰς ἱκετηρίας σου, ὅπως καὶ ἡμεῖς οἱ ταπεινοὶ κατόπιν που τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐναθλούντων καταντήσωμεν. 143 {1Ὑπατίσσῃ}1 Χρεώστην ἐμαυτὸν λογισάμενος τῆς κατὰ θεόν σου τιμιότητος διὰ τὸ ἀπολελαυκέναι με δωρεῶν σου εὐσεβείας ἐπέστειλα τὸ παρὸν γραμματεῖον, ἀπολογίαν ποιούμενος τῇ κυριότητί σου. τί γάρ; ὅτι οὕτως κατηνύγη σου ἡ εὐσυμπάθητος ψυχή, πρῶτον μὲν ἀνοῖξαι θύραν τῆς θεοφυλάκτου σου οἰκίας τῷ ἀδελφῷ Προτερίῳ εἰς πᾶσαν ἀνάπαυσιν καὶ ἐν τοιούτῳ καιρῷ, ὁπότε κλείουσιν οἱ πολλοὶ τῶν φίλων καὶ ἰδίων ἀπὸ προσώπου τῶν διὰ Χριστὸν διωκομένων φόβῳ ἀνθρωπίνῳ τὰς οἰκίας· ἔπειτα καὶ ἡμῖν τοῖς ταπεινοῖς παραπέμπειν ἅ ἐστιν εἰς ἀνάπαυσιν καὶ παρηγορίαν. πολλῆς οὖν κατανύξεώς σου καὶ ἀγαθότητος ἔργον, πολλῆς φιλευσεβείας καὶ φιλεντολίας δεῖγμα εὐεργετεῖν ἀνθρώπῳ μὴ γνωριζομένῳ, ἀλλὰ καὶ ἁμαρτωλῷ τυγχάνοντι. ἀλλὰ τοῦτο οὐκ ὀρφανικόν, ἐξ ἀγαθοῦ δὲ θησαυροῦ ἑτέρων πλείστων ἀγαθοεργιῶν καὶ πίστεως ὀρθοδόξου σου ἀνίσχον, καθὼς ἡμῖν καὶ ὁ γραμματηφόρος ἀπαγγέλλει. ∆οξάζομεν οὖν τὸν θεὸν ἐπὶ σοὶ (ἐπείπερ εἰς δόξαν θεοῦ ὁ ἐνάρετός σου τῆς χηρείας βίος), εἶτα καὶ προσευχόμεθα διαμένειν σοι τὰ ἀγαθὰ ἀναφαίρετα, ὡς ἂν εὐκλεέστερον ἀεὶ διαβιοῦσα φθάσοις εἰς μέτρον τελειότητος καὶ τύχοις τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τὰ ἔργα ἐξανύεις. γένοιτο. 144 {1Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ}1 Ἃ ἐπέστειλάς μοι, γνησιώτατε καὶ ποθεινότατε, ἐπέγνων, ἀποδεξάμενός σου τὴν ἀγαθὴν προαίρεσιν, ὅτι καὶ εὐτολμεῖς γράφειν ἐν ταῖς ἡμέραις ταύταις καὶ παρηγορεῖς λόγοις ἐκ πολλῆς σου περιπονήσεως καὶ τῆς περὶ ἡμᾶς τοὺς ταπεινοὺς ἐλεημοσύνης. ἐγὼ δὲ ἀφεὶς τὰ ἐμαυτοῦ (οὐδὲ γάρ εἰσι χάριτι Χριστοῦ λυπηρά, κἂν δοκῇ, διὰ τὴν ὑπὲρ αὐτῶν ἐλπίδα) ἐπὶ τοῖς σοῖς συμβάμασι τρέπομαι ὁ ἁμαρτωλός. πῶς οὕτως ἀλλεπάλληλοί σου αἱ συμφοραί, ἔξωθεν, οἴκοθεν, ἐξ αὐτῶν τῶν τέκνων, ἀφ' ὧν ὅτι μάλιστα ἔδει καὶ τὴν οἰκουρίαν καὶ τὴν αὔξησιν τῆς οἰκίας, τήν τε χειραγωγίαν καὶ βακτηρίαν καὶ εἴ τι ἄλλο τῶν πατράσι φίλων εἶναι; φεῦ τῆς ἐμῆς ταλαιπωρίας, εἰς οἷα περιέστη σου ἡ ζωή. πίστευσόν με, ὦ καλὲ ἐξάδελφε, ἅπτεταί μου τῆς ψυχῆς τὰ κατὰ σὲ ὡς τοῦ πατρὸς ἡμῶν τοῦ μάκαρος αἰσθανομένου· ἠνιᾶτο γὰρ εἰ καί τις ἄλλος ἐπὶ ταῖς δυσπραγίαις σου. Μὴ οὖν ἀθυμήσῃς, μᾶλλον μὲν οὖν εὐχαρίστως οἶσον, φέρε· οἶδεν γὰρ ἡμῖν ὁ ἀγαθὸς θεὸς καὶ διὰ τῶν ἐναντίων καὶ θλιπτικῶν οἰκονομεῖν τὰ συμφέροντα, μετὰ δὲ πάντα ἔργον τὸ φυγεῖν τὴν κοινωνίαν τῆς χριστομάχου αἱρέσεως, ἧς ἡ μέθεξις μελαίνει τὴν ψυχὴν καὶ ἀπόλλυσιν. ὅσον οὖν δύνῃ, φρόντιζε σαυτοῦ, ὅτι τὰ μὲν ἄλλα, κἂν ἀφῃρήμεθα, οὐδὲν μέγα (κἂν μὴ βουλώμεθα γάρ, πάντες πάντα καταλείψοιμεν, γυμνοὶ πρὸς τὸν κριτὴν μεταχωροῦντες ὡς ἐγεννήθημεν), τὴν δὲ πίστιν ζημιούμενοι τὸ μέγιστον καὶ μόνον τῶν κινδύνων· μετὰ ταύτης γὰρ ἐξελευσόμεθα καὶ αὐτὴ ἡμῖν παρασταίη μόνη μετὰ τῶν ἔργων ἐν ἡμέρᾳ κρίσεως αἰωνίως. Μακαρία ἡ ἡγουμένη, εἰ τελειώσειεν