115
συσχεθεὶς καὶ τελευτᾷ. Σέργιός τε, ὁ Αἰθερίου ἀνεψιός, διαδρὰς προσέφυγεν ἐν Βλαχέρναις, ὃν ἐξαγαγόντες τῆς ἐκκλησίας καὶ ἐξετάσαντες ἔπεισαν ὁμολογῆσαι, ὡς καὶ Ἰσάκιος ὁ ἀργυροπράτης καὶ Βελισάριος ὁ ἐνδοξότατος πατρίκιος καὶ αὐτὸς συνῄδει τῇ τοιαύτῃ ἐπιβουλῇ, καὶ Βῖτος ὁ ἀργυροπράτης καὶ Παῦλος, ὁ κουράτωρ τοῦ αὐτοῦ Βελισαρίου, ἐγίνωσκον τὴν σκέψιν. καὶ συσχεθέντων ἀμφοτέρων καὶ ἐκδοθέντων Προκοπίῳ τῷ ἐπάρχῳ, κατέθεντο καὶ κατεῖπον Βελισαρίου τοῦ πατρικίου. αὐτίκα οὖν ὁ βασιλεὺς γέγονεν ὑπὸ ἀγανάκτησιν Βελισαρίου· πολλοὶ δὲ καὶ φυγῇ ἐχρήσαντο. καὶ τῇ εʹ τοῦ ∆εκεμβρίου μηνὸς ἐποίησεν ὁ βασιλεὺς σελέντιον ἐνέγκας καὶ τὸν ἁγιώτατον πατριάρχην Εὐτύχιον, κελεύσας ἀναγνωσθῆναι τὰς αὐτῶν καταθέσεις· καὶ ἀκούσας Βελισάριος μεγάλως ἐβαρήθη καὶ γέγονεν ὑπὸ ἀγανάκτησιν τοῦ βασιλέως. καὶ πέμψας ὁ βασιλεὺς ἔλαβε πάντας τοὺς ἀνθρώπους αὐτοῦ καὶ αὐτὸν ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ παραφυλαττόμενον. τῷ δὲ ∆εκεμβρίῳ μηνὶ κδʹ γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας τὸ δεύτερον· ἡ δὲ παννυχὶς τῶν αὐτῶν ἐγκαινίων γέγονεν εἰς τὸν ἅγιον Πλάτωνα, καὶ ἐξῆλθεν ἐκεῖθεν ὁ πατριάρχης Κωνσταντινουπόλεως Εὐτύχιος μετὰ τῆς λιτῆς, συμπαρόντος καὶ τοῦ βασιλέως, καθεζόμενος ἐν τῷ ὀχήματι καὶ φορῶν τὸ ἀποστολικὸν σχῆμα καὶ κρατῶν τὸ ἅγιον εὐαγγέλιον, πάντων ψαλλόντων τό· "Αρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν." τῷ δ' αὐτῷ μηνὶ παρελήφθη μέρη τινὰ τῆς Ἀφρικῆς ὑπὸ τῶν Μαυριτάνων, ἐπαναστάντων αὐτῶν τῇ Ἀφρικῇ τρόπῳ τοιούτῳ. Κουτζίνας τις ὀνόματι ἐκ τοῦ αὐτοῦ ἔθνους, ἔξαρχος τῶν Μαυριτάνων, εἶχεν ἔθος λαμβάνειν παρὰ τοῦ κατὰ τὸν καιρὸν ἄρχοντος τῆς Ἀφρικῆς ῥητὸν χρυσίον. ἐλθόντος δὲ αὐτοῦ λαβεῖν αὐτό, Ἰωάννης, ὁ ἄρχων Ἀφρικῆς, ἐφόνευσεν αὐτόν. 239 ἀνέστησαν δὲ τὰ τέκνα τοῦ αὐτοῦ Κουτζίνα ἐκδικοῦντες τὸ πατρῷον αἷμα, καὶ ἐπαναστάντες τῇ Ἀφρικῇ παρέλαβον αὐτῆς μέρη τινὰ πραιδεύσαντες. ὁ οὖν βασιλεὺς γνοὺς τοῦτο ἀπέστειλε πρὸς βοήθειαν τῆς Ἀφρικῆς Μαρκιανόν, τὸν ἀνεψιὸν αὐτοῦ καὶ στρατηλάτην, μετὰ ἐξερκέτου πρὸς τὸ εἰρηνεῦσαι τοὺς Μαύρους. καὶ προσερρύησαν αὐτῷ, καὶ εἰρήνευσεν ἡ Ἀφρική. τῷ δὲ Ἀπριλλίῳ μηνὶ διεδέχθη Προκόπιος, ὁ ἔπαρχος τῆς πόλεως, καὶ γέγονεν ἀντ' αὐτοῦ Ἀνδρέας, ὁ ἀπὸ λογοθετῶν. καὶ ἐξερχομένου αὐτοῦ ἐκ τοῦ παλατίου τῆς Χαλκῆς καθημένου ἐν τῷ ὀχήματι καὶ ἀπερχομένου εἰς τὸ πραιτώριον, ὑπήντησαν αὐτῷ οἱ Πράσινοι εἰς τὸ Λαῦσον· καὶ ἤρξαντο αὐτὸν ὑβρίζειν καὶ λιθάζειν· καὶ ἐγένετο ἀταξία μεγάλη ἐν τῇ Μέσῃ τῶν δύο μερῶν. καὶ εἰσῆλθον ἐν ταῖς φυλακαῖς, καὶ ἐκράτησεν ἡ μάχη ἀπὸ ὥρας ιʹ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ ἀπεδίωξεν αὐτούς. καὶ πάλιν περὶ ὥραν ιβʹ συνέβαλον μάχην καὶ ἐκρατήθησαν καὶ ἐπόμπευσαν ἐπὶ πολλὰς ἡμέρας· καὶ ἔκοψαν τοὺς ἀντίχειρας αὐτῶν, ὅσοι μετὰ ξιφῶν ἐμαχήσαντο. καὶ τῇ ιθʹ τοῦ Ἰουλίου μηνὸς ἐδέχθη Βελισάριος ὁ πατρίκιος, ἀπολαβὼν καὶ πάσας αὐτοῦ τὰς ἀξίας. ἔφθασε δὲ καὶ Πέτρος ὁ μάγιστρος ἀπὸ Περσίδος ποιήσας πάκτα εἰρήνης ἔτη ιζʹ ἕνεκεν Λαζικῆς καὶ τῶν μερῶν τῆς ἀνατολῆς. τῷ δ' αὐτῷ μηνὶ ἦλθον εἰς Κωνσταντινούπολιν πρέσβεις Ἀσκήλ, τοῦ ῥηγὸς Ἑρμηχιόνων, τοῦ ἔσωθεν κειμένου τοῦ τῶν βαρβάρων ἔθνους πλησίον τοῦ ὠκεανοῦ. τῷ δὲ Αὐγούστῳ μηνὶ γέγονε λεῖψις ὕδατος, ὥστε σφαλισθῆναι τὰ δημόσια λουτρά, καὶ γενέσθαι φονοκόπια εἰς τὰ ὑδρεῖα. 240 Κόσμου ἔτη ϛνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φνϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λθʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἀπῆλθεν ὁ βασιλεὺς Ἰουστινιανὸς χάριν εὐχῆς ἐν τοῖς Μυριαγγέλοις, ἤγουν ἐν Γερμίοις, πόλει τῆς Γαλατίας. τῷ δὲ Νοεμβρίῳ μηνὶ εἰσῆλθεν ἐν Βυζαντίῳ Ἀρέθας, ὁ πατρίκιος καὶ