116
ἀχάριστος καὶ ἀγνώμων· λέγει γὰρ ὁ Κύριος· «Ἐὰν μή τις βαπτισθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ πάλιν· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσε ται.» Ὁ δὲ λέγων, ὅτι ὅταν τελευτῶ βαπτίζομαι, ἵνα μὴ ἁμαρτήσω καὶ ·υπανῶ τὸ βάπτισμα, οὗτος ἄγνοιαν Θεοῦ ἔχει καὶ τῆς ἑαυτοῦ φύσεως ἐπιλήσμων τυγχάνει· «Μὴ ἀναβάλλου γάρ, φησίν, ἐπιστρέψαι πρὸς Κύριον· οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα.» Βαπτίζετε δὲ ὑμῶν καὶ τὰ νήπια, καὶ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Θεοῦ· «Ἄφετε γάρ, φησί, τὰ παιδία ἔρχεσθαι πρὸς μὲ καὶ μὴ κωλύετε αὐτά.» Ταῦτα πάντα ἐπεστείλαμεν ὑμῖν, ἵνα εἰδέναι ἔχοιτε τὴν ἡμετέραν γνώμην, οἵα τίς ἐστιν. Καὶ τὰ ἐπ' ὀνόματι ἡμῶν παρὰ τῶν ἀσεβῶν καττυθέντα βιβλία μὴ παραδέχεσθε· οὐ γὰρ τοῖς ὀνόμασιν χρὴ ὑμᾶς προσέχειν τῶν ἀποστόλων, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων καὶ τῇ γνώμῃ τῇ ἀδιαστρόφῳ. Oἴδαμεν γάρ, ὅτι οἱ περὶ Σίμωνα καὶ Κλεόβιον ἰώδη συντάξαντες βιβλία ἐπ' ὀνόματι Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ περιφέρουσιν εἰς ἀπάτην ὑμῶν τῶν πεφιληκότων Χριστὸν καὶ ἡμᾶς τοὺς αὐτοῦ δούλους. Καὶ ἐν τοῖς παλαιοῖς δέ τινες συνέγραψαν βιβλία ἀπόκρυφα Μωϋσέως καὶ Ἐνὼχ καὶ Ἀδάμ, Ἡσαΐου τε καὶ ∆αυὶδ καὶ Ἠλίου καὶ τῶν τριῶν πατριαρχῶν, φθοροποιὰ καὶ τῆς ἀληθείας ἐχθρά· τοιαῦτα καὶ νῦν ἐκύησαν οἱ δυσώνυμοι, διαβάλλοντες δημιουργίαν, γάμον, πρόνοιαν, τεκνογονίαν, νόμον, προφή τας· βάρβαρά τινα ὀνόματα ἐγγράφοντες καὶ ὡς αὐτοί φασιν ἀγγέλων, τὸ δ' ἀληθὲς εἰπεῖν δαιμόνων τῶν αὐτοῖς ὑπη χούντων. Ὣν ἀποφεύγετε τὴν διδασκαλίαν, ἵνα μὴ μετάσχητε τῆς τιμωρίας τῶν αὐτὰ συγγραψαμένων ἐπ' ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πιστῶν καὶ ἀμέμπτων τοῦ Κυρίου Ἰησοῦ μαθητῶν. Ἐπίσκοπον καὶ πρεσβύτερον καὶ διάκονον εἴπομεν μονογάμους καθίστασθαι, κἂν ζῶσιν αὐτῶν αἱ γαμεταί, κἂν τεθνήκασιν, μὴ ἐξεῖναι δὲ αὐτοῖς μετὰ χειροτονίαν ἢ ἀγάμοις οὖσιν ἔτι ἐπὶ γάμον ἔρχεσθαι, ἢ γεγαμηκόσιν ἑτέραις συμπλέκεσθαι, ἀλλ' ἀρκεῖσθαι ᾗ ἔχοντες ἦλθον ἐπὶ τὴν χειροτονίαν. Ὑπηρέτας δὲ καὶ ψαλτῳδοὺς καὶ ἀναγνώστας καὶ πυλωροὺς καὶ αὐτοὺς μὲν μονογάμους εἶναι κελεύομεν· εἰ δὲ πρὸ γάμου εἰς κλῆρον παρέλθωσιν, ἐπιτρέ πομεν αὐτοῖς γαμεῖν, εἴγε πρὸς τοῦτο πρόθεσιν ἔχουσιν, ἵνα μὴ ἁμαρτήσαντες κολάσεως τύχωσιν. Oὐδενὶ δὲ τῶν ἐν τῷ κλήρῳ κελεύομεν ἢ ἑταίραν ἢ οἰκέτιν ἢ χήραν καὶ