Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἀληθῆ τὸν ἐπὶ τούτοις λόγον, τοῖς ἱεροῖς Γράμμασιν ἐνιεὶς τὸν τῆς διανοίας ὀφθαλμόν. Ἔχει γὰρ ὧδε πάλιν· Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ Ἰωσὴφ, ὅτι ὁ πατὴρ αὐτοῦ ἐνοχλεῖται. Καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν Μανασσῆ καὶ τὸν Ἐφραῒμ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγ 69.328 γέλη δὲ τῷ Ἰακὼβ, λέγοντες· Ἰδοὺ ὁ υἱός σου Ἰωσὴφἔρχεται πρὸς σέ· καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· Ὁ Θεόςμου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξήσω σε καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω 69.328 σοι τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Νῦν οὖν οἱ δύο σου υἱοὶ, οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι. Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἐγὼ δὴ ἡνίκα ἠρχόμην ἐκ τῆς Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναὰν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθᾶ τῆς γῆς τοῦ ἐλθεῖν εἰς γῆν Ἐφραθᾶ, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου. Αὕτη ἐστὶ Βηθλεέμ. Ἐτέθραπτο μὲν γὰρ ὁ μακάριος Ἰακὼβ ἐν γήρει καλῷ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τῶν καθ' ἡμᾶς ἀπεδήμει πραγμάτων, εὐλογεῖν ἐσκέπτετο τοὺς ἐξ Ἰωσήφ· οἳ ἐπείπερ ἦσαν ἐκ μητρὸς ἀλλογενοῦς, τῆς Ἀσενὲθ θυγατρὸς ἱερέως τοῦ Πετεφρῆ, ἵνα μήτις αὐτοὺς καταμυσάττοιτο τῶν ἐξ Ἰσραὴλ, ἔκφυλόν τε καὶ ὀθνεῖον ἡγοῖτο τὸ γένος, σοφῶς τε καὶ οἰκονομικῶς ὁ θεσπέσιος Ἰακὼβ αὐτόν τε τὸν Ἰωσὴφ καὶ ἑτέρους υἱοὺς εἰσπειρᾶται διδάσκειν, ὅτι ταῖς θείαις ἑπόμενος ψήφοις, πάντας οἰκειοῦται τοὺς ἐξ αὐτῶν γεγονότας. Ὤφθη γάρ μοι, φησὶν, ὁ Θεὸς ἐν γῇ Χαναὰν, καὶ ὅτι πλείστων μὲν ὅσων ἔσομαι λαῶν πατὴρ, κατευρυνθήσομαι δὲ καὶ εἰς ἔθνη καὶ συναγωγὰς ἐθνῶν, ἀναφανδὸν ἐπηγγέλλετο Ἐν ταυτῷ δὴ οὖν, καὶ Θεὸν ἀναπείθει τιμᾷν ταῖς εἰς ἀλήθειαν δόξαις. Καὶ οἰκείους ἡγεῖσθαι διδάσκει τοὺς ἀγχιστεύοντας, μᾶλλον δὲ τοὺς ἐξ αὐτῶν ἀναφύντας, κἂν εἰ γεγόνασι τυχὸν ἐκ μητρὸς ἀλλογενοῦς. βʹ. Βραχὺ δὲ τῆς ἱστορίας τὸ πάχος ἐκβαίνοντες, ἐκεῖνό φαμεν· Οὕτω καὶ ἡμεῖς οἱ ἐν πίστει δεδικαιωμένοι γεγόναμεν ἐν Χριστῷ, Θεοῦ μὲν υἱοὶ, τῶν δὲ ἁγίων οἰκεῖοι, μεσιτεύοντος αὐτοῦ, καὶ δι' ἑαυτοῦ συνδέοντος αὑτῷ τε καὶ τῷ Πατρὶ καὶ τοῖς τῶν ἁγίων χοροῖς· καθάπερ ἀμέλει καὶ Ἰωσὴφ, οἱονεὶ μεταξὺ κείμενος, υἱοὺς μὲν ἐποίει τοῦ ἰδίου πατρὸς τὸν Ἐφραῒμ καὶ Μανασσῆ, ἐγγράφεσθαι δὲ καὶ αὐτῷ τῷ καταλόγῳ τῶν πατριαρχῶν. Νῦν γὰρ, φησὶν, οἱ δύο σου υἱοὶ οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονται ἐμοί. Τουτέστιν, ἐν πρωτοτόκοις ἔσονται, συντετάξονται δὲ καὶ τοῖς ἐν ὑπακοῇ. Ἦν μὲν γὰρ πρωτότοκος Ῥουβείμ. Ὑπακοὴ δὲ πάλιν ὁ Συμεὼν ἑρμηνεύεται. Γεγόναμεν δὲ διὰ πίστεως οἱ ἔσχατοι πρῶτοι, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ὁ ἐξ ἐθνῶν ἐκληρώσατο λαός. Τετίμηνται δὲ δι' ὑπακοὴν καὶ εὐπείθειαν. Αὐτὸς γὰρ αὐτοῖς μεμαρτύρηκεν ὁ Χριστὸς, οὕτω λέγων· Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Εἰ γὰρ καὶ γεγόναμεν ἐκ μητρὸς ὥσπερ ἑτερογενοῦς διὰ τὸ 69.329 ἐξ ἐθνῶν κεκλῆσθαι τὴν Ἐκκλησίαν, ἀλλ' ἐξαρκέσει μεσολαβὼν ὁ Ἐμμανουὴλ, καὶ εἰς τὸ συνάψαι δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ τοῖς τῶν ἁγίων ἐγγράψαι κλήροις, καὶ εἰς τὴν ἐκείνοις πρέπουσαν δόξαν ἀνενεγκεῖν, καὶ ἱερὸν ἡμᾶς ἀποφῆναι γένος. Ἄθρει δὲ ὅπως ἐξ ἀγάπης τῆς περὶ τὸν μακάριον Ἰωσὴφ εἰς ἰδίους υἱοὺς κατατάττει τοὺς ἐξ αὐτοῦ. Ἠγαπήμεθα γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ ἐπείπερ δι' αὐτοῦ ἐν πνεύματι γέννησιν γεγεννήμεθα τὴν πνευματικὴν, ἀξιόληπτοι γεγόναμεν τῷ Πατρὶ, καθάπερ ἔφην ἀρτίως· καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις συντετάγμεθα. Πλὴν εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Θεοῦ καὶ Πατρὸς, ὑπὸ χεῖρα πάλιν ἐσόμεθα τοῦ προσάγοντος ἡμᾶς καὶ συνενοῦντος αὐτῷ, τουτέστι Χριστῷ. Θέα γὰρ ὅπως ὁ μακάριος Ἰακὼβ μετὰ τὸ τοῖς ἰδίοις ἐγγράψαι τέκνοις τόν τε