116
Ὅμοιος Ἰωσίου οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῇ, καὶ μετὰ τοῦτον οὐκ ἀνέστη ὅμοιος αὐτῷ. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐ τοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ ὁ κύριος ἐν τῷ Ἰούδᾳ ἐπὶ πάντα τὰ παροργίσματα ἃ παρώργισε Μανασσῆς. καὶ εἶπε κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην, Ἱερουσαλήμ, καὶ τὸν οἶκον, ὃν εἶπα· ἔστω τὸ ὄνομά μου ἐκεῖ. Καὶ ἀνέβη Νεχαῶ Φαραῶ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. καὶ ἀπέστειλε Νεχαῶ πρὸς Ἰωσίαν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; καὶ οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι. καὶ ὁ θεὸς εἶπε κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ' ἐμοῦ, μὴ 257 καταφθείρῃ σέ. καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη. καὶ οὐκ ἤκουσε τὸν λόγον Νεχαῶ διὰ στόματος θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδών. καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν. καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνησα σφόδρα. καὶ ἐξήγαγον οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον, ὃ ἦν αὐτῷ. καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ πᾶς Ἰούδας καὶ Ἱερουσαλὴμ ἐπένθησεν ἐπὶ Ἰωσίαν. καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν καὶ εἶπονπάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον. καὶ ἔδωκεν αὐτὸν πρόσταγμα ἐπὶ Ἰσραήλ, ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων. Εἶτα καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ. εἴκοσι τριῶν ἐτῶν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. καὶ ἔδησεν αὐτὸν Φαραῶ Νεχαῶ ἐν ∆εβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλήμ. καὶ ἤγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ρʹ τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. καὶ κατέστησε Φαραῶ Νεχαῶ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσίου βασιλέα, καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ, καὶ τὸν Ἰωάχαζ ἀδελφὸν αὐτοῦ εἰσήγαγεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ιαʹ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. συνῳδὰ δὲ καὶ ἡ δʹ τῶν βασιλειῶν τούτοις γράφει. Εὗρον δὲ ἔν τινι ἀντιγράφῳ ὅτι μετὰ τὴν τελευτὴν Ἰωσίου Ἱερεμίας ὁ προφήτης κατὰ χρησμὸν θεῖον προσέταξε τοῖς ἱερεῦσιν ἆραι τὴν θείαν κιβωτὸν καὶ τὴν σκηνὴν καὶ ἀκολουθῆσαι αὐτῷ. καὶ ἐξελθὼν τὴν πόλιν ἀνέβη εἰς τὸ ὄρος, ὅπου καὶ Μωυσῆς ἀναβὰς εἶδε τὴν γῆν τῆς ἐπαγγελίας. καὶ εὑρὼν σπήλαιον εἰσήγαγεν ἐν αὐτῷ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὰ λοιπὰ ἅγια σκεύη φράξας τὴν εἴσοδον. τινὲς δὲ τῶν σὺν αὐτῷ ἱερέων ὑπέστρεψαν ἐπισημήνασθαι τὸν τόπον, καὶ ἐκρύβη ἀπ' αὐτῶν. οἷς καὶ ἐμέμψατο Ἱερεμίας γνοὺς τῷ πνεύματι, ἄγνωστον ἔσεσθαι τὸν τόπον εἰπών, ἕως ἐπισυναγάγῃ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἵλεως γένηται τῷ Ἰσραήλ. 258 Τοῦ Ἰσραὴλ ιζʹ ἐβασίλευσεν Ἰωάχαζ μῆνας γʹ, υἱὸς Ἰωσίου. Τοῦτον τὸν Ἰωάχαζ Ἰεχονίαν ὀνομάζει ὁ Ἔσδρας οὕτω λέγων πρὸςλέξιν· καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσίου ἀνέδειξαν βασιλέα. εἶτα· καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ μῆνας γʹ. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἱερου σαλήμ, καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου τάλαντα ρʹ καὶ χρυσίου τάλαντα ιʹ. καὶ ἀνέδειξε βασιλέα Ἰωακεὶμ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦ Ἰούδα ιηʹ ἐβασίλευσεν Ἐλιακείμ, ὁ καὶ Ἰωακείμ, ἔτη ιαʹ. τοῦ δὲκόσμου ἦν ἔτος δωπγʹ. Τὸ δʹ ἔτος Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα (κόσμου δὲ ἦν ἔτοςδωπγʹ καὶ πρῶτον ἔτος βασιλέως Βαβυλῶνος Ναβουχοδονόσωρ) ὁ μέγας Ἱερεμίας φησί· τὸ δ' αὐτὸ κγʹ ἔτος τῆς ἑαυτοῦ προφητείας