116
αὐτῷ καὶ φίλους καὶ περιουσίαν πᾶσαν, αὐτά τε τὰ τιμιώτατα καὶ τὰ φίλτατα καταλιπόντα, ἐπὶ ξένης οἰκεῖν ἑλέσθαι, αὐτὸν μὲν πείθειν ἀποσχέσθαι τοῦ πράγματος ἐπιχειρεῖν, τὴν ἀτοπίαν ὅση ἐκδιδάσκοντα· εἰ δὲ μὴ δύναιτο κωλύειν, μὴ ῥᾷστα τὴν διάζευ 1.330 ξιν ἂν ὑπενεγκεῖν, ἀλλὰ καὶ αὐτὸν ἐκ τοῦ ὁμοίου πᾶσιν εἰπόντα χαίρειν, τὸ σὺν αὐτῷ πλανᾶσθαι μᾶλλον ἑλέσθαι. ἔτι δὲ εἰ αἵρεσις αὐτῷ προὐτέθη παρὰ τοῦ τὰ τοιαῦτα πάντα δυναμένου ὥστε τὸν ἕτερον αὐτῶν ἀπαλλάττεσθαι τοῦ ζῇν, ἁπάσαις ἂν εἵλετο τὸ πρὸ αὐτοῦ ἀποθανεῖν. ἀλλὰ μὴν εἴγε καὶ οἰκείοις ὄμμασιν ἑώρα ξίφος ἔχοντα αὐτῷ ὡς ἀποκτενοῦντα ἐπιέναι, εἶθ' ὑπ' ἄλλης τινὸς αἰτίας καὶ πάνυ μὴ βουλόμενον συμβέβηκε κεκωλύσθαι, μηδ' οὕτω δυνηθῆναι ἄν ποτε ἀπεχθῶς διακείσεσθαι αὐτῷ. καὶ ὅλως μηδὲν εἶναι ὃ καθ' ἡδονὴν ὂν αὐτῷ πραχθῆναι, μὴ αὐτὸν σὺν πάσῃ προθυμίᾳ παρασχεῖν, ὡς ἅττα ἂν αὐτῷ ἀρέσκῃ, καὶ αὐτῷ ἡδέων φαινομένων. τούτων οὖν οὕτως ἐχόντων, ὥσπερ καὶ αὐτὸν σαφῶς οἴεσθαι πεπεῖσθαι, θαυμάζειν ὅτι μὴ, κατὰ γνώμην ὂν αὐτῷ Συργιάννην ἀπολυθῆναι τῆς εἱρκτῆς, ἐλευθέρως καὶ ἀπεριέργως εἶπεν ἐξ ἀρχῆς, ἀλλ' ὥσπερ τινὰς τιθέμενον ἀναβασμοὺς, πρῶτα μὲν εἰπεῖν, τῶν κλοιῶν αὐτὸν ἀνεθῆναι, εἶτ' ἐκ τοῦ δεσμωτηρίου πρὸς ἕτερον ἐπιεικέστερον μετενεχθῆναι, ὥστε δύνασθαι αὐτῷ καὶ τὰ τέκνα συνεῖναι καὶ τὴν γυναῖκα, νυνὶ δὲ παντάπασιν ἀπολυθῆναι τῆς εἱρκτῆς. «δέον γὰρ μετὰ τῆς σοι προσηκούσης παῤῥησίας εὐθὺς ἐξ ἀρχῆς τὸ βούλημα ποιῆσαι φανερὸν, καὶ μὴ διατεμόντα εἰς πολλὰ κατὰ μέρος ποιεῖσθαι τὰς αἰτήσεις· σὺ δ' ὥσπερ ἢ ἐμοῦ πολλὴν μικρολογίαν καὶ ἀφιλοτιμίαν κατεγνωκὼς περὶ τοὺς φίλους, ἢ σαυ 1.331 τῷ ἀδυναμίαν συνειδὼς, οὕτως ἐποιήσω τοὺς λόγους. οὗ δὴ ἕνεκα καὶ ἀχθεσθῆναι εἶπον. νυνὶ δ' ἐπεί σοι φίλον ἀπολυθῆναι Συργιάννην, τὸ κωλύον οὐδέν. ἅττα γὰρ ἂν αὐτῷ σοι καὶ βέλτιστα δοκῇ καὶ ἡδέα, οὐκ ἔσθ' ὅπως μὴ ἐκ τοῦ ἴσου ὅμοια κἀμοὶ δοκεῖν.» Ὁ μέγας δὲ δομέστικος «ἀληθῆ γε εἴρηκας» εἶπεν «ὦ βασιλεῦ, οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ θελήσαντος ἐμοῦ πραχθῆναι, ἐναντίαν οἴσεις ψῆφον αὐτός. καὶ τοῦτο οὐκ ἀπὸ τῶν πρὸς ἐμὲ εἰρημένων νυνὶ λόγων, ἀλλὰ πολὺ πρότερον ἐξ αὐτῶν τῶν ἔργων ἐμοί τε πρῶτον καὶ τοῖς ἄλλοις ἅπασίν ἐστι καταφανές. ὅτι δὲ τὸν ἴσον τρόπον ἔχω καὶ αὐτὸς πρὸς σὲ, οὐδ' ἀποδείξεως δεήσεσθαι δοκῶ· αὐτὸς γάρ μοι φθάσας πρότερον συνεμαρτύρησας καλῶς. ἐγὼ δὲ τὴν πρὸς ἀλλήλους ἡμῶν φιλίαν παραβάλλων, τῷ μὲν ὄγκῳ τῆς ἀρχῆς καὶ τῷ μεγέθει ἐλασσοῦσθαι νομίζω καὶ παρὰ πολύ· τοῖς λοιποῖς δὲ ἅπασι λείπεσθαι οὐδ' ὁπωσοῦν. οὐ μόνον γὰρ ἃ προείρηκας αὐτὸς, ἀλλ' εἴ τι καὶ τούτων μεῖζον, καὶ ποιεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς πρὸς σὲ φιλίας ἕτοιμος εἶναι. καίτοι γε κατ' ἐμαυτὸν πολλάκις τοὺς παρὰ ποιηταῖς καὶ συγγραφεῦσι παρὰ πάντα τὸν χρόνον ἐπὶ φιλίᾳ ὑμνουμένους ἐξετάζων, καὶ παραβάλλων τοῖς ἡμετέροις τὰ ἐκείνων, καίτοι γε δοκούντων τῇ φιλοτιμίᾳ τῶν ποιητῶν καὶ πέρα τοῦ ἀληθοῦς καὶ προσήκοντος ηὐξῆσθαι, ὅμως κατ' οὐδὲν ἀποδέοντα, εἰ μὴ καὶ μείζω τὰ ἡμέτερα εὑρίσκω. εἰ δέ ποτε συμβαίη τοιούτοις λογισμοῖς περιπεσεῖν, ὥστε ἀμφιβάλλειν εἴ 1.332 τις ἔστιν ἰδέα φιλίας ἢ τρόπος ἕτερος, ὃν ἡμεῖς οὐκ ἐπεδειξάμεθα ἀλλήλοις, ἢ εἰ μὴ πρὸς τὸ ἀκρότατον ἀφίγμεθα αὐτῆς, ἢ ἀποπνίγεσθαι ἀνάγκη καὶ πνευστιᾷν ὑπὸ τῆς ἀγωνίας καὶ μηδὲ ζῇν ἐθέλειν, εἰ περὶ τὸ οὕτω καλὸν δεύτερός τινος φαινοίμην, ἢ ἀποπηδᾷν τῶν τοιούτων λογισμῶν καὶ τὴν ψυχὴν πείθειν ἰσχυροτέραις ἢ, ὅ φασιν, ἀνάγκαις γεωμετρικαῖς, ὡς οὔτε ἔστιν, οὔτε γεγένηταί τις ἰδέα φιλίας, ἣν οὐ πρὸς ἀλλήλους αὐτοὶ ἐπεδειξάμεθα καὶ μεθ' ὑπερβολῆς. καὶ τοῦτο συνιδόντα καὶ τὸν εὐαγγελιστὴν Ἰωάννην ἐννοῶ τοῖς ἀνθρώποις παραγγέλλειν, τὴν ἴσην ὥσπερ πρὸς τοὺς φίλους, οὕτω δὴ καὶ πρὸς τὸν θεὸν ἐνδείκνυσθαι ἀγάπην. εἰ γὰρ ὥσπερ αὐτὸς ἐξήρτημαι τῆς σῆς γνώμης καὶ πάντα δεύτερα ἥγημαι τῆς θεραπείας τῆς σῆς, οὕτω διεκείμην καὶ πρὸς τὸν θεὸν, ποῦ οὐκ ἂν προῆλθον ἀρετῆς, ἢ ποίαν οὐκ ἂν εἰσήνεγκα σπουδὴν καὶ προθυμίαν ὑπὲρ τοῦ τὰς ἐντολὰς αὐτοῦ σὺν πάσῃ προθυμίᾳ ἐκπληροῦν; εἰ δὲ σὺ μὲν,