116
εὐτυχίαν ευρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς αμμου καὶ συμπιληθείσης ἐκ τῆς ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυθέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μετ' αὐτοῦ, καὶ ει τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. ουτω δὲ διελθόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Αμμωνος φθάσαντι, ὁ ἐκεῖ προφήτης Ελληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τὸ τέλος τὸ πρόσρημα, ω παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ ὁ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ ̓Αλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λόγου οτι παῖ ∆ιὸς ὁ προφήτης ειπεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν ̓Ολυμπιάδα λέγειν "οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ηραν ὁ ̓Αλέξανδρος;" πρὸς δὲ τοὺς Ελληνας τοῦ λόγου ἐφείδετο. 1.292 βέλει δέ ποτε τρωθείς, αιματος ἐκ τῆς πληγῆς καταρρέοντος "τὸ ῥέον" ειπεν "αιμα καὶ οὐκ ἰχὼρ οιός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν." ὡς δὲ ὁ ∆αρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, ὁ Παρμενίων "εἰ ̓Αλέξανδρος" ειπεν "ημην, ελαβον αν ταῦτα·" "κἀγώ" εφη "νὴ ∆ία, εἰ Παρμενίων." ἀντεπέστειλε δὲ τῷ ∆αρείῳ, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς ∆αρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· εφθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. ∆αρεῖος δὲ ἀνεκλαύσατο, φήσας οτι οὐ μόνον αἰχμάλωτος ἡ βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ ὁ εὐνοῦχος "ἀλλὰ θάρρει, ω δέσποτα," εφη. ουτε γὰρ ζῶσά μου ἡ δέσποινα καὶ ἡ μήτηρ ἡ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, ουτ' ἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι." τούτοις ὁ ∆αρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦχον ἰδίᾳ παραλαβών, ορκοις προκατελάμβανεν εἰπεῖν, ει τις περὶ τὴν γυναῖκα γέγονε τῷ ̓Αλεξάνδρῳ ἐμπάθεια. "πῶς γάρ" ελεγε "παρ' ἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς εφης, ουτω τετίμηται;" ὁ δ' εὐνοῦχος τὸν λόγον ἐγκόψας "εὐφήμει, δέσποτα," εφη "καὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήτ' αυ κακηγόρει ̓Αλέξανδρον, ος πλέον ταῖς Περσίσι τὸ σῶφρον η τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·" καὶ 1.293 ορκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας ̓Αλεξάνδρου καὶ τῆς αλλης ἀρετῆς διηγούμενος. καὶ ὁ ∆αρεῖος ηυχετο δυνηθῆναι ἀμείψασθαι τὸν ̓Αλέξανδρον ων εἰς τὰ φίλτατα καλῶν ἐνεδείξατο, η μὴ αλλον εἰς τὸν Κύρου καθίσαι θρόνον η τὸν ̓Αλέξανδρον. Ηδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ ̓Αλέξανδρος ἐπὶ ∆αρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν οψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ ην, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κατέλαμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ αλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον ̓Αλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ αν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ "οὐ κλέπτω τὴν νίκην" ειπε· τῇ δ' ἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν ̓Αρβήλοις, ὡς δ' ετεροι, ἐν Γαυσαμήλοις, οἱ βάρβαροι ἐνέκλιναν, καὶ ην αὐτῶν διωγμός. ̓Αλέξανδρος δὲ πόρρωθεν τὸν ∆αρεῖον ἰδὼν ἐφ' αρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ωστε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ ∆αρείου ἐνώπιον, ὡς οὐκ ην ἐξελάσαι τὸ αρμα τοῖς πτώμασι συνεχόμενον, τούτου μὲν ἀπέβη ∆αρεῖος, θήλειαν δ' ιππον ἀναβεβηκὼς εφυγεν. ἑάλω δ' αν, εἰ μὴ Παρμενίων τὸν ̓Αλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ